Ancient Greek · ~3 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.35
Not analysed yet
Ὡς ὁ βασιλεὺς τῇ φροντίδι τοῦ πρὸς Γότθους πολέμου τὸν κατὰ Χριστιανῶν πόλεμον ἀνῆκεν. Οἱ γὰρ βάρβαροι τὴν Θρᾴκην κατειληφότες, ἐν ἀδείᾳ τὴν Ῥωμαίων καρπούμενοι χώραν, τὴν εὐτυχίαν οὐκ ἤνεγκαν: ἀλλὰ κατὰ τῶν εὐεργετησάντων χωροῦσι, καὶ πάντα τὰ περὶ Θρᾴκην ἀνέτρεπον. Ταῦτα οὕτως ἐπιγενόμενα, εἰς γνῶσιν ἐλθόντα τοῦ Οὐάλεντος, τοῦ εἰς ἐξορίαν πέμπειν τοὺς φρονοῦντας τὸ ὁμοούσιον ἀφίστατο. Ἐν θορύβῳ γὰρ γενόμενος, εὐθὺς ἐκ τῆς Ἀντιοχείας ἐπὶ τὴν Κωνσταντινούπολιν ἦλθε: διὸ καὶ ὁ κατ̓ αὐτὴν Χριστιανικὸς ἐλώφησε πόλεμος. Τότε δὴ καὶ Εὐζώϊος ὁ τῆς Ἀρειανῆς θρησκείας ἐν Ἀντιοχείᾳ προεστὼς τέλει τοῦ βίου ἐχρήσατο, κατὰ τὴν ὑπατείαν Οὐάλεντος τὸ πέμπτον, καὶ Οὐαλεντινιανοῦ νέου τὸ πρῶτον: καὶ καθίσταται εἰς τὸν τόπον αὐτοῦ Δωρόθεος.