Ancient Greek · ~8 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.36
Not analysed yet
Ὡς καὶ Σαρακηνοὶ τηνικαῦτα τῇ πίστει Χριστοῦ προσέθεντο, Μαυΐας γυναικὸς αὐτῶν ἀρχούσης, Μωσῆν τινὰ θεοσεβῆ καὶ πιστὸν μονάζοντα λαβόντες ἐπίσκοπον. Ἀναχωρήσαντος δὲ τῆς Ἀντιοχείας τοῦ βασιλέως, Σαρακηνοὶ οἱ πρώην ὑπόσπονδοι, τότε Ῥωμαίων ἀπέστησαν, στρατηγούμενοι ὑπὸ Μαυΐας γυναικὸς, τοῦ ἀνδρὸς αὐτῆς τελευτήσαντος. Πάντα οὖν τὰ ὑπὸ τὴν ἀνατολὴν ὑπὸ τῶν Σαρακηνῶν κατὰ τὸν αὐτὸν ἐπορθεῖτο χρόνον: ἀλλά τις Θεοῦ πρόνοια τὰ Σαρακηνῶν κατέστειλε δἰ αἰτίαν τοιαύτην. Μωϋσῆς τις ὄνομα, Σαρακηνὸς τὸ γένος, ἐν τῇ ἐρήμῳ τὸν μοναχικὸν μετερχόμενος βίον, ἐπ’ εὐλαβείᾳ καὶ πίστει καὶ τεραστίοις περιβόητος ἦν. Τοῦτον ἡ τῶν Σαρακηνῶν βασίλισσα Μαυΐα ἐπίσκοπον τοῦ οἰκείου ἔθνους ᾔτει λαβεῖν, ἐπὶ συνθήκαις τοῦ καταλῦσαι τὸν πόλεμον. Ταῦτα ἀκούσαντες οἱ Ῥωμαίων στρατηγοὶ ἀγαπητὸν ἡγήσαντο ἐπὶ τοιαύταις συνθήκαις εἰρήνην ποιήσασθαι, εὐθύς τε ὡς εἶχον ἐπέταττον τοῦτο γενέσθαι: καὶ συλληφθεὶς ὁ Μωϋσῆς ἐκ τῆς ἐρήμου ἤγετο εἰς τὴν Ἀλεξάνδρειαν, ἐκεῖ τὴν ἱερωσύνην δεξόμενος. Ἐπεὶ δὲ πρὸς τὸν κρατοῦντα τότε τῶν ἐκκλησιῶν Λούκιον ἤχθη, τὴν χειροτονίαν ἀπέφυγε, τοιαῦτα εἰπὼν πρὸς Λούκιον: Ἐγὼ μὲν ἐμαυτὸν ἡγοῦμαι τῆς ἱερωσύνης ἀνάξιον: εἰ δὲ λυσιτελεῖ τοῦτο τοῖς δημοσίοις πράγμασιν, οὐκ ἐπιθήσει μοι χεῖρα Λούκιος: πεπλήρωται γὰρ αὐτοῦ αἱμάτων ἡ δεξιά. Τοῦ δὲ Λουκίου λέγοντος, μὴ δεῖν ὑβρίζειν, ἀλλὰ πρότερον μανθάνειν παῤ αὐτοῦ τῆς θρησκείας τὰ δόγματα: ὁ Μωϋσῆς, Ἀλλ̓ οὐ δογμάτων λόγος, ἔφη, νῦν ζητεῖται: ἀλλ̓ αἱ πράξεις σου αἱ κατὰ τῶν ἀδελφῶν γενόμεναι ἐξελέγχουσιν ὡς οὐ Χριστιανικὰ ἔχεις δόγματα. Ὁ γὰρ Χριστιανὸς οὐ πλήσσει, οὐ λοιδορεῖ, οὐδὲ μάχεται: δοῦλον γὰρ Κυρίου οὐ δεῖ μάχεσθαι. Σοῦ δὲ τὰ ἔργα βοᾷ διὰ τῶν πεμφθέντων εἰς ἐξορίαν καὶ θηρίοις παραβληθέντων καὶ πυρὶ παραδοθέντων: μείζονα δὲ ἔχει τὴν ἀπόδειξιν τὰ τοῖς ὀφθαλμοῖς ὁρώμενα ἢ ταῖς ἀκοαῖς λαμβανόμενα. Ταῦτα καὶ τὰ τοιαῦτα λέγοντα τὸν Μωϋσῆν ἀπῆγον οἱ ἐπιτήδειοι πρὸς τὸ ὄρος, ὅπως ἂν τὴν χειροτονίαν παρὰ τῶν εἰς ἐξορίαν τυγχανόντων δέξηται. Οὕτως οὖν τότε τοῦ Μωϋσέως χειροτονηθέντος, ὁ Σαρακηνῶν ἐσβέσθη πόλεμος: εἶχέ τε τοῦ λοιποῦ ἡ Μαυΐα πρὸς Ῥωμαίους εἰρήνην, ὡς καὶ θυγατέρα αὐτῆς τῷ στρατηλάτῃ κατεγγυῆσαι Βίκτορι. Ταῦτα περὶ Σαρακηνῶν.