Ancient Greek
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.37
Not analysed yet
Ὡς ἀναχωρήσαντος Οὐάλεντος ἀπὸ Ἀντιοχείας, οἱ ἐν τῇ ἀνατολῇ θαρσήσαντες ὀρθόδοξοι, καὶ μάλιστα ἐν Ἀλεξανδρείᾳ, τὸν Λούκιον ἐκβαλόντες αὖθις τῷ Πέτρῳ τὰς ἐκκλησίας παραδεδώκασι, γράμμασι Δαμάσου τοῦ Ῥώμης ἐπισκόπου κατωχυρωμένῳ. Κατὰ δὲ τὸν καιρὸν τοῦτον τοῦ βασιλέως Οὐάλεντος ἐκ τῆς Ἀντιοχείας ἀναχωρήσαντος, ἀνερρώννυντο οἱ πανταχοῦ ἐλαυνόμενοι, καὶ μάλιστα οἱ κατὰ τὴν Ἀλεξάνδρειαν. Πέτρου τε ἐπανελθόντος ἀπὸ τῆς Ῥώμης μετὰ γραμμάτων Δαμάσου τοῦ Ῥώμης ἐπισκόπου βεβαιούντων τὴν τοῦ ὁμοουσίου πίστιν καὶ τὴν τοῦ Πέτρου κατάστασιν, ἀναθαρρήσας ὁ λαὸς τὸν μὲν Λούκιον ἐξελαύνουσιν, ἀντεισάγουσι δὲ τὸν Πέτρον. Ἀλλὰ Λούκιος μὲν ὡς εἶχεν ἐπὶ τὴν Κωνσταντινούπολιν ἔπλεεν: Πέτρος δὲ ὀλίγον ἐπιβιοὺς χρόνον τελευτᾷ, διάδοχον καταλιπὼν Τιμόθεον ἀδελφὸν ἑαυτοῦ.