Ancient Greek · ~8 min
Book 4
Socrates, Scholasticus, Historia Ecclesiastica 4.38
Not analysed yet
Ὡς ὁ βασιλεὺς ὑποστρέψας ἐν τῇ Κωνσταντινουπόλει καὶ ὑπὸ τοῦ δήμου διὰ τοὺς Γότθους κατονειδισθεὶς ἐξελαύνει τῆς πόλεως κατὰ βαρβάρων: καὶ συμβαλὼν αὐτοῖς ἐν Ἀδριανουπόλει τῆς Μακεδονίας ὑπ’ αὐτῶν ἀναιρεῖται, ζήσας μὲν ἔτη πεντήκοντα, βασιλεύσας δὲ ἔτη ἓξ πρὸς τοῖς δέκα. Ὁ δὲ βασιλεὺς Οὐάλης περὶ τὴν τριακάδα τοῦ Μαΐου μηνὸς, ἐν τῇ ἕκτῃ ἑαυτοῦ ὑπατείᾳ καὶ Οὐαλεντινιανοῦ τοῦ νέου τὸ δεύτερον, ἐλθὼν εἰς τὴν Κωνσταντινούπολιν εὑρίσκει τὸν δῆμον ἐν ἀθυμίᾳ καθεστῶτα πολλῇ: Οἱ γὰρ βάρβαροι καταδραμόντες τὴν Θρᾴκην ἤδη καὶ τὰ προάστεια ἐπόρθουν τῆς Κωνσταντινουπόλεως, μηδεμιᾶς οὔσης ἀξιομάχου τηνικαῦτα δυνάμεως. Ἐπεὶ δὲ καὶ τοῖς τείχεσι προσπελάζειν ἐπεχείρουν οἱ βάρβαροι, χαλεπῶς ἡ πόλις ἔφερε τὰ γινόμενα: ἐψιθύριζόν τε κατὰ τοῦ βασιλέως, ὡς ἐπαγαγόντος τοὺς πολεμίους, καὶ ὅτι μὴ ἀντεπεξῆγεν εὐθὺς, ἀλλὰ παρεῖλκε τὸν πρὸς τοὺς βαρβάρους πόλεμον. Καὶ δὴ ἱπποδρομίας ἐπιτελουμένης, πάντες ἐκ συμφωνίας κατεβόων τοῦ βασιλέως ὡς περιορῶντος τὰ πράγματα: ἔκραζον οὖν συντόνως, Δὸς ὅπλα καὶ πολεμοῦμεν ἡμεῖς. Ταῦτα βοώντων, ἐξάπτεται πρὸς ὀργὴν ὁ βασιλεύς: καὶ ὑπερβαίνει περὶ τὴν ἑνδεκάτην τοῦ Ἰουνίου μηνὸς, ἐπαπειλήσας ἢν ὑποστρέψῃ, δίκην ἀπὸ Κωνσταντινουπολιτῶν λήψεσθαι, ὦν τότε ὑβρίζειν αὐτὸν ἐδόκουν, καὶ ὑπὲρ ὧν ἤδη πρότερον τῇ τυραννίδι Προκοπίου προσέθεντο: ἔρημόν τε καταστήσειν τὴν πόλιν, καὶ ἄροτρον εἰπὼν βαλεῖν κατ̓ αὐτὴν, ἐπὶ τοὺς βαρβάρους ἐχώρει. Καὶ ὠθεῖ μὲν αὐτοὺς πόρρω τῆς πόλεως: ἐδίωκε δὲ ἄχρι τῆς ἐν Θρᾴκῃ Ἀδριανουπόλεως, ἣ ἐν τοῖς ὁρίοις τῆς Μακεδονίας ἐστίν. Ἐκεῖ τε συμβαλὼν τοῖς βαρβάροις, ἀπέθανε τῇ ἐννάτῃ τοῦ Αὐγούστου μηνὸς, ἐν τῇ αὐτῇ ὑπατείᾳ: τοῦτο δὲ ἦν τέταρτον ἔτος τῆς διακοσιοστῆς ὀγδοηκοστῆς ἐννάτης Ὀλυμπιάδος. Καὶ οἱ μὲν πυρὶ φασὶν ἀπολέσθαι αὐτὸν εἰς κώμην καταφυγόντα τινὰ, ἣν ἐπιδραμόντες οἱ βάρβαροι ἐνέπρησαν. Οἱ δὲ ἀμείψαντα τὸ βασιλικὸν σχῆμα φασὶν αὐτὸν εἰς μέσον τὸ στίφος τῶν πεζῶν εἰσδραμεῖν: εἶτα τῶν ἱππέων προδεδωκότων, καὶ οὐχ ἁψαμένων τῆς μάχης, ἐν τῇ συμβολῇ τούτους περιχυθέντας πάντας ἀθρόως πεσεῖν. Ἔνθα δὴ φασὶν αὐτὸν ἀγνοηθῆναι κείμενον, οὐκ ὄντος βασιλικοῦ σχήματος τοῦ καταμηνύσοντος ὅστις ἦν. Τελευτᾷ δὲ ζήσας ἔτη πεντήκοντα, συμβασιλεύσας μὲν τῷ ἀδελφῷ ἔτη δεκατρία: μετὰ δὲ τὸν ἀδελφὸν βασιλεύσας ἔτη τρία. Περιέχει ἡ βίβλος χρόνον ἐτῶν δεκάεξ.