Ancient Greek · ~7 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.ΠΡΟΟΙΜΙΟΝ.
Not analysed yet
Πρὶν ἀρξώμεθα τῆς ἱστορίας τοῦ πέμπτου βιβλίου, φαμὲν πρὸς τοὺς μέλλοντας ἐντυγχάνειν τῇδε τῇ ὑποθέσει μὴ μέμψασθαι ἡμῖν, ὅτι προθέμενοι ἐκκλησιαστικὴν ἱστορίαν συγγράψασθαι ἐπιμίγνυμεν αὐτῇ καὶ τοὺς κατὰ καιρὸν γενομένους πολέμους, ὅσων τὴν ἱστορίαν μετὰ τῆς ἀληθείας ἐδυνήθημεν γνῶναι. Τοῦτο γὰρ πολλῶν ἕνεκα ποιοῦμεν: τοῦ εἰς γνῶσιν ἄγειν τὰ γινόμενα: ἀλλὰ γὰρ καὶ τοῦ τοὺς ἐντυγχάνοντας μὴ προσκορεῖς γενέσθαι, ἐκ τοῦ σχολάζειν τῇ φιλονεικίᾳ τῶν ἐπισκόπων, καὶ οἷς κατ̓ ἀλλήλων ἐτύρευσαν: πρὸ δὲ τούτων, ἵνα γνωσθῇ ὅπως, τῶν δημοσίων ταραττομένων, ὡς ἔκ τινος συμπαθείας καὶ τὰ τῶν ἐκκλησιῶν ἐταράττετο. Εἰ γάρ τις παρατηρήσει, συνακμάσαντα εὑρήσει τά τε δημόσια κακὰ, καὶ τὰ τῶν ἐκκλησιῶν δυσχερῆ: ἢ γὰρ κατὰ ταὐτὸ κινηθέντα εὑρήσει, ἢ ἐπακολουθοῦντα ἀλλήλοις: καὶ ποτὲ μὲν τὰ τῶν ἐκκλησιῶν ἡγούμενα, εἶτα αὖθις ἐπακολουθοῦντα τὰ δημόσια: ποτὲ δὲ τοὔμπαλιν. Ὥστε μὲ τὴν διαδοχὴν τούτων μὴ ἔκ τινος συντυχίας δύνασθαι νομίζειν, ἀλλ̓ ἐκ τῶν ἡμετέρων πλημμελημάτων λαμβάνειν τὰς ἀρχάς: τιμωρίας δὲ ἕνεκεν ἐπιφέρεσθαι τὰ κακὰ, εἴγε κατὰ τὸν ἀπόστολον, τινῶν ἀνθρώπων αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν, εἰσάγουσαι εἰς κρίσιν: τισὶ δὲ καὶ ἐπακολουθοῦσιν. Διὰ ταύτην δὴ τὴν αἰτίαν, τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ καί τινα τῶν δημοσίων πραγμάτων ἐπισυμπλέκομεν. Τὰ μὲν γὰρ ἐπὶ Κωνσταντίνου περὶ τοὺς πολέμους γενόμενα διὰ χρόνου μῆκος εὑρεῖν οὐκ ἰσχύσαμεν. Τῶν δὲ μετὰ ταῦτα, ὅσα παρὰ τῶν ἔτι ζώντων ἐμάθομεν, ἐν ἐπιδρομῇ ποιούμεθα μνήμην. Συνεχῶς δὲ καὶ τοὺς βασιλεῖς τῇ ἱστορίᾳ περιλαμβάνομεν, διότι ἀφ̓ οὗ Χριστιανίζειν ἤρξαντο, τὰ τῆς ἐκκλησίας πράγματα ἤρτητο ἐξ αὐτῶν, καὶ αἱ μέγισται σύνοδοι τῇ αὐτῶν γνώμῃ γεγόνασί τε καὶ γίνονται. Οὐ μὴν ἀλλὰ τοῦ Ἀρειανισμοῦ μνήμην πεποιήμεθα, διότι τὰς ἐκκλησίας ἐτάραξε. Καὶ ταῦτα μὲν ἐν προοιμίῳ αὐτάρκως εἰρήσθω. Ἤδη δὲ τῆς ἱστορίας ἁπτώμεθα.