Ancient Greek · ~4 min
Book 5
Socrates, Scholasticus, Historia Ecclesiastica 5.26
Not analysed yet
Ὡς μετὰ τὴν νίκην ὁ βασιλεὺς ἀρρωστήσας τὸν υἱὸν Ὁνώριον ἐν Μεδιολάνῳ μετεκαλέσατο: καὶ μικρὸν δόξας τῆς νόσου ῥαΐσαι ἱπποδρομίαν τελεσάμενος κατ̓ αὐτὴν τὴν ἡμέραν ἐτελεύτησεν. Ὁ δὲ βασιλεὺς Θεοδόσιος ἐκ τοῦ πολεμικοῦ μόχθου κακῶς διετέθη τὸ σῶμα: προσδοκήσας δὲ ἐκ τῆς ἐπιγενομένης ἀρρωστίας τέλος ἔχειν αὐτῷ τὰ τῆς ζωῆς, μείζονα τῆς τελευτῆς περὶ τῶν δημοσίων πραγμάτων εἶχε φροντίδα, λογιζόμενος ὅσα καταλαμβάνει κακὰ τοὺς ἀνθρώπους, βασιλέως τελευτήσαντος. Μεταπέμπεται οὖν ᾗ τάχος τὸν υἱὸν Ὁνώριον ἐκ τῆς Κωνσταντινουπόλεως, καταστῆσαι τὰ ἑσπέρια μέρη βουλόμενος. Φθάσαντος δὲ τοῦ υἱοῦ ἐν τῇ Μεδιολάνῳ, ἀνερρώσθη τῆς νόσου, ἱπποδρομίας τε ἐπινικίους ἐπιτελεῖ: καὶ πρὸ ἀρίστου μὲν ἔρρωτο, τὰς ἱπποδρομίας θεώμενος: μετὰ δὲ τὸν ἄριστον ἐξαίφνης διετέθη κακῶς. Καὶ εἰς μὲν τὴν θέαν προελθεῖν οὐκ ἴσχυσεν: τὸν δὲ υἱὸν τὴν ἱπποδρομίαν ἐπιτελέσαι κελεύσας, νυκτὸς ἐπιγενομένης ἐτελεύτησεν, ἐν ὑπατείᾳ Ὀλυβρίου καὶ Προβίνου, τῇ ἑπτακαιδεκάτῃ τοῦ Ἰαννουαρίου μηνός. Τοῦτο δὲ ἦν πρῶτον ἔτος τῆς διακοσιοστῆς ἐννενηκοστῆς τετάρτης Ὀλυμπιάδος. Ἔζησε δὲ ὁ βασιλεὺς Θεοδόσιος ἔτη ἑξήκοντα: ἐβασίλευσε δὲ ἔτη δεκαέξ. Περιέχει ἡ βίβλος χρόνον ἐτῶν δεκαὲξ, μηνῶν ὀκτώ.