Ancient Greek · ~8 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.ΠΡΟΟΙΜΙΟΝ.
Not analysed yet
Τὸ μὲν ἐπίταγμά σου, ὦ ἱερὲ τοῦ Θεοῦ ἄνθρωπε Θεόδωρε, ἐν πέντε τοῖς προλαβοῦσι βιβλίοις διεπονησάμεθα, ὡς οἷόν τε τὴν ἀπὸ τῶν Κωνσταντίνου χρόνων ἐκκλησιαστικὴν ἱστορίαν συγγράψαντες. Ἴσθι δὲ ἡμᾶς μὴ ἐσπουδακέναι περὶ τὴν φράσιν, ἐννοήσαντας ὡς εἰ σπουδάσαιμεν καλλιλεξίᾳ χρήσασθαι, ἴσως μὲν καὶ ἀποπεσούμεθα τοῦ σκοποῦ. Εἰ δὲ καὶ ἐπιτευξόμεθα, οὐ τοιαῦτα πάντως δυνησόμεθα γράφειν, οἷα τοῖς παλαιοῖς συγγραφεῦσιν εἴρηται, δἰ ὧν αὔξειν τε καὶ χείρονα ποιεῖν νομίζοιτο ἄν τις τὰ πράγματα. Ἔπειτα δὲ καὶ οὐδαμῶς οἰκοδομήσει τοὺς πολλοὺς καὶ ἰδιώτας ὁ λόγος, οἳ τὰ πράγματα βούλονται μόνον εἰδέναι, οὐ τὴν λέξιν ὡς καλῶς συγκειμένην θαυμάσαι. Ἵνα μὴ οὖν ἀμφοτέροις ἀνόνητος ἡ πραγματεία γένηται, τοῖς μὲν εὐπαιδεύτοις, ὅτι μὴ ἀξία τῇ παλαιᾷ φράσει συγκρίνεσθαι, τοῖς δὲ ἰδιώταις, ὅτι μὴ δύνανται ἐφικέσθαι τῶν πραγμάτων καλυπτομένων ὑπὸ τῆς κομψείας τοῦ λόγου, τὴν σαφεστέραν μὲν δοκοῦσαν, ταπεινοτέραν δὲ φράσιν ἐπιτηδεύσαμεν. Ἀρχόμενοι δὲ ὅμως τοῦ ἕκτου βιβλίου ἐκεῖνο προλέγομεν, ὅτι τῶν ἐπὶ τῆς ἡμετέρας ἡλικίας γενομένων ἁπτόμενοι δεδοίκαμεν ἤδη, μὴ οὐκ ἀρέσκοντα τοῖς πολλοῖς δόξωμεν γράφειν: ἢ ὅτι κατὰ τὴν παροιμίαν, τὸ ἀληθές ἐστι πικρὸν, ὅτι μὴ σὺν ἐγκωμίῳ τὰ ὀνόματα ὧν φιλοῦσι παραλαμβάνομεν: ἢ ὅτι μὴ τὰς πράξεις αὐτῶν μεγαλύνομεν. Καὶ οἱ μὲν τῶν ἐκκλησιῶν ζηλωταὶ καταγνώσονται, ὅτι μὴ τοὺς ἐπισκόπους λέγομεν θεοφιλεστάτους ἢ ἁγιωτάτους, ἢ τὰ τοιαῦτα. Ἄλλοι δὲ καὶ φιλοπραγμονήσουσιν ἔσθ̓ ὅτε, ὅτι μὴ τοὺς βασιλεῖς θειοτάτους καὶ δεσπότας, καὶ ὅσα χρηματίζειν εἰώθασιν, ὀνομάζομεν. Ἐγὼ δὲ καὶ ἐκ τῶν τοῖς παλαιοῖς γεγραμμένων παραστήσειν ἔχων, καὶ δεικνύναι δυνάμενος, ὡς ὁ δοῦλος παῤ αὐτοῖς ἐξ ὀνόματος εἴωθε τὸν δεσπότην καλεῖν, διὰ τὴν τῶν πραγμάτων χρείαν, παῤ οὐδὲν τὸ ἀξίωμα θέμενος, καὶ τοῖς τῆς ἱστορίας νόμοις πειθόμενος, οἳ τὴν τῶν πραγμάτων ἀπαιτοῦσι διήγησιν καθαρὰν καὶ ἀληθῆ καὶ παντὸς ἀπηλλαγμένην ἐπικαλύμματος, ἐπ’ αὐτὴν βαδιοῦμαι λοιπὸν τὴν ἐξήγησιν, ἅ τε αὐτὸς ἐθεασάμην συγγράφων, ἅ τε παρὰ τῶν ἑωρακότων ἠδυνήθημεν μαθεῖν, δοκιμάζων τἀληθὲς, ἐκ τοῦ μὴ παραλλάττειν κατὰ τὴν ἀπαγγελίαν τοὺς διηγουμένους αὐτά. Ἐπιπόνως δέ μοι τὸ ἀληθὲς ἐγνωρίζετο, πολλῶν τε καὶ διαφόρων ἀπαγγελλόντων: καὶ τῶν μὲν παρεῖναι λεγόντων τοῖς πράγμασι, τῶν δὲ πάντων μᾶλλον ἀξιούντων εἰδέναι.