Ancient Greek · ~8 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.10
Not analysed yet
Ὡς καὶ Ἐπιφάνιος ὁ Κύπρου ταῖς Θεοφίλου ἀπάταις συναπαχθεὶς, τῷ δοκεῖν κατὰ τῶν Ὠριγένους συγγραμμάτων ἐπισκόπων σύνοδον ἐν τῇ Κύπρῳ συναγαγὼν, Ἰωάννῃ διεμέμψατο, χρωμένῳ ταῖς βίβλοις Ὠριγένους. Σπένδεται δὴ φιλίαν καὶ πρὸς Ἐπιφάνιον τὸν Κωνσταντίας τῆς Κύπρου ἐπίσκοπον, πρότερον διαφερόμενος πρὸς αὐτόν: ἐμέμφετο γὰρ Ἐπιφανίῳ Θεόφιλος ὡς μικρὰ φρονοῦντι περὶ Θεοῦ, ὅτι ἀνθρωπόμορφον αὐτὸν εἶναι ἐνόμιζεν. Οὕτως οὖν Θεόφιλος ἔχων περὶ Θεοῦ, καὶ μεμφόμενος τοῖς ἀνθρωπόμορφον τὸ Θεῖον νομίζουσι, διὰ τὴν πρὸς ἑτέρους ἀπέχθειαν ἠρνεῖτο μὲν ἐν τῷ φανερῷ ἃ ἐδόξαζεν: φιλοποιεῖται δὲ τότε τὸν Ἐπιφάνιον διαφερόμενος πρὸς αὐτὸν, ὡς ἐκ μετανοίας ὁμοφρονήσας κατὰ τὴν περὶ Θεοῦ δόξαν αὐτῷ. Καὶ παρασκευάζει σύνοδον ποιῆσαι τῶν ἐν Κύπρῳ ἐπισκόπων ἐπὶ τῷ διαβαλεῖν τὰ Ὠριγένους βιβλία. Ἐπιφάνιος δὲ δἰ ὑπερβάλλουσαν εὐλάβειαν ἁπλοϊκὸς ὣν τὸν τρόπον ταχέως ὑπήχθη ὑπὸ τῶν Θεοφίλου γραμμάτων. Καὶ καθίσας συνέδριον τῶν ἐν τῇ νήσῳ ἐπισκόπων ἀπαγορεύει μὲν τοῦ ἀναγινώσκειν τὰ Ὠριγένους βιβλία, διαπέμπεται δὲ καὶ γράμματα πρὸς Ἰωάννην, παραινῶν ἀπέχεσθαι μὲν τῶν Ὠριγενείων ἀναγνωσμάτων, συνάγειν δὲ καὶ αὐτὸν συνέδριον, καὶ σύμψηφον κατὰ τοῦτο γίνεσθαι. Θεόφιλος τοίνυν τὸν ἐπ’ εὐλαβείᾳ περιβόητον Ἐπιφάνιον συναρπάσας, καὶ γνοὺς προβάντα αὐτοῦ τὸν σκοπὸν, θαρρῶν καὶ αὐτὸς συνήγαγε πολλοὺς τῶν ἐπισκόπων. Καὶ παραπλησίαν τῷ Ἐπιφανίῳ κατὰ τῶν Ὠριγένους βιβλίων, τοῦ πρὸ διακοσίων καὶ περίπου ἐτῶν τελευτήσαντος, διαβολὴν ἐποιεῖτο: οὐ τοῦτον προηγουμένως ἔχων τὸν σκοπὸν, ἀλλὰ τοὺς περὶ Διόσκορον σπεύδων ἀμύνασθαι. Ἰωάννης δὲ μικρὰ φροντίσας τῶν μηνυθέντων αὐτῷ παρά τε Ἐπιφανίου καὶ αὐτοῦ Θεοφίλου, τῇ διδασκαλίᾳ τῶν ἐκκλησιῶν προσεῖχε τὸν νοῦν. Καὶ ἤνθει μὲν κατ̓ αὐτήν: τῆς δὲ κατ̓ αὐτοῦ γενομένης σκευωρίας οὐδένα λόγον ἐτίθετο. Ἐπεὶ δὲ Θεόφιλος καταφανὴς ἐγένετο τοῖς πολλοῖς σπουδάζων καθελεῖν τῆς ἐπισκοπῆς τὸν Ἰωάννην, τότε δὴ καὶ οἱ ἀπεχθῶς πρὸς Ἰωάννην ἔχοντες πρὸς τὴν κατ̓ αὐτοῦ σκευωρίαν ἀνεκινοῦντο. Καὶ πολλοὶ μὲν τοῦ κλήρου, πολλοὶ δὲ καὶ τῶν ἐν τέλει κατὰ τὰ βασίλεια μέγιστον ἰσχύοντες, καιρὸν εὑρηκέναι λογιζόμενοι καθ̓ ὃν Ἰωάννην ἀμύνωνται, μεγίστην ἐν τῇ Κωνσταντινουπόλει σύνοδον γενέσθαι παρεσκεύαζον, τοῦτο μὲν δἰ ἐπιστολῶν, τοῦτο δὲ καὶ ἀγράφως διαπεμπόμενοι.