Ancient Greek · ~9 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.9
Not analysed yet
Περὶ τῶν Μακρῶν καλουμένων μοναχῶν, καὶ ὅπως δἰ αὐτοὺς ἄσπονδον ἔχθραν ὁ Θεόφιλος πρὸς Ἰωάννην ἐσχηκὼς καθαιρῆσαι τοῦτον ἐσπούδαζεν. Οὐκ εἰς μακρὰν δὲ οἱ ἀπὸ τῆς ἐρήμου μοναχοὶ ἐπὶ τὴν Κωνσταντινούπολιν ἔρχονται ἅμα Διοσκόρῳ καὶ τοῖς αὐτοῦ ἀδελφοῖς. Συνῆν δὲ αὐτοῖς καὶ Ἰσίδωρος, ὁ πάλαι Θεοφίλῳ τῷ ἐπισκόπῳ φιλαίτατος, τότε δὲ ἀπεχθέστατος γενόμενος δἰ αἰτίαν τοιάνδε. Πέτρος τις πρωτοπρεσβύτερος ἦν τῆς ἐν Ἀλεξανδρείᾳ ἐκκλησίας: πρὸς τοῦτον ἀπεχθῶς ἐσχηκὼς ὁ Θεόφιλος τῆς ἐκκλησίας αὐτὸν ἐκβαλεῖν ἐπενόησε. Καὶ μέμψιν αὐτῷ κατήνεγκεν, ὡς εἴη τινὰ γυναῖκα Μανιχαῖαν τὴν θρησκείαν εἰς τὰ ἱερὰ μυστήρια προσδεξάμενος, μὴ πρότερον τῆς Μανιχαϊκῆς αἱρέσεως ἀποστήσας αὐτήν. Ἐπεὶ δὲ ὁ Πέτρος ἔλεγε καὶ μετατίθεσθαι τῆς θρησκείας τὴν γυναῖκα, καὶ μηδὲ παρὰ γνώμην Θεοφίλου δεδέχθαι αὐτὴν, ἠγανάκτει ὁ Θεόφιλος, ὡς συκοφαντούμενος: μὴ γὰρ εἰδέναι τὸ γεγονὸς ἔλεγεν: ὁ οὖν Πέτρος Ἰσίδωρον ἐκάλει μαρτυρῆσαι αὐτῷ, ὡς οὐκ ἠγνόει τὰ περὶ τῆς γυναικὸς ὁ ἐπίσκοπος. Ἐτύγχανε δὲ κατ̓ αὐτὸν τὸν καιρὸν ἐν τῇ βασιλευούσῃ Ῥώμῃ διάγων ὁ Ἰσίδωρος: ἐπέμπετο γὰρ παρὰ Θεοφίλου πρὸς Δάμασον τὸν Ῥώμης ἐπίσκοπον, ἐπὶ τῷ καταλλάξαι αὐτὸν πρὸς Φλαβιανὸν τὸν ἐπίσκοπον Ἀντιοχείας. Διεκρίνοντο γὰρ οἱ Μελετίῳ προσκείμενοι πρὸς Φλαβιανὸν διὰ τὸν ὅρκον, ὥς μοι καὶ πρότερον εἴρηται. Ἐπανελθὼν τοίνυν ἐκ τῆς Ῥώμης ὁ Ἰσίδωρος, καὶ πρὸς μαρτυρίαν παρὰ τοῦ Πέτρου κληθεὶς, ἔλεγεν ὡς εἴη δεχθεῖσα ἡ Μανιχαία κατὰ γνώμην τοῦ ἐπισκόπου: μεταδεδωκέναι τε αὐτῇ καὶ αὐτὸν τὰ μυστήρια. Ἐξάπτεται οὖν πρὸς ὀργὴν ὁ Θεόφιλος, καὶ ἀμφοτέρους πρὸς ὀργὴν ἀπήλασεν. Αὕτη πρόφασις γέγονε τοῦ καὶ Ἰσίδωρον ἅμα τοῖς περὶ Διόσκορον ἐλθεῖν ἐν τῇ Κωνσταντινουπόλει, ὅπως ἂν παρά τε τῷ βασιλεῖ καὶ τῷ ἐπισκόπῳ Ἰωάννῃ τὰ κατ̓ αὐτῶν ἐσκευωρημένα ἐξελεγχθήσηται. Μαθὼν δὲ ταῦτα ὁ Ἰωάννης ἐν τιμῇ μὲν ἦγε τοὺς ἄνδρας: καὶ τῶν εὐχῶν μετέχειν οὐκ ἐκώλυσε, κοινωνίαν δὲ τῶν μυστηρίων οὐκ ἔφη πρὸ διαγνώσεως μεταδώσειν αὐτοῖς. Ἐν τούτοις καθεστῶτος τοῦ πράγματος, ἥκει εἰς τὰς ἀκοὰς Θεοφίλου λόγος ψευδὴς, ὡς εἴη Ἰωάννης καὶ εἰς τὰ μυστήρια δεξάμενος αὐτοὺς καὶ ἕτοιμος πρὸς τὸ ἐπικουρῆσαι αὐτοῖς. Καὶ παντοῖος ἐγίνετο, ὅπως ἂν μὴ μόνον τοὺς περὶ Διόσκορον καὶ Ἰσίδωρον ἀμύνηται, ἀλλὰ γὰρ καὶ Ἰωάννην κατενέγκῃ τοῦ θρόνου. Διαπέμπεται οὖν κατὰ πόλεις πρὸς τοὺς ἐπισκόπους ἐπιστολὰς, κρύπτων μὲν τὸν ἑαυτοῦ σκοπὸν, μόνοις δὲ τοῖς Ὠριγένους βιβλίοις δῆθεν μεμφόμενος: οἶς πρὸ αὐτοῦ Ἀθανάσιος μάρτυσι τῆς οἰκείας πίστεως ἐν τοῖς κατὰ Ἀρειανῶν λόγους ἐχρήσατο πολλάκις.