Ancient Greek · ~9 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.16
Not analysed yet
Ὡς τοῦ λαοῦ στασιάσαντος διὰ τὴν ἀπαγωγὴν Ἰωάννου, Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος ἀποσταλεὶς πάλιν αὐτὸν ἐπανήγαγεν ἐν Κωνσταντινουπόλει. Ὁ δὲ λαὸς ἀφόρητα ἐστασίαζεν. Οἷα δὲ ἐν τοῖς τοιούτοις φιλεῖ γίνεσθαι, πολλοὶ τῶν ἀπεχθῶς πρὸς αὐτὸν ἐχόντων ἐπὶ οἶκτον μετεβάλλοντο, καὶ συκοφαντεῖσθαι ἔλεγον, ὃν μικρῷ ἔμπροσθεν καθῃρημένον ἐπεθύμουν θεάσασθαι. Πλείους οὖν καὶ διὰ τοῦτο ἐγίνοντο οἱ καταβοῶντες καὶ τοῦ βασιλέως καὶ τῆς συνόδου τῶν ἐπισκόπων. Μάλιστα δὲ Θεοφίλῳ τῆς σκευωρίας τὴν αἰτίαν ἐτίθεσαν: οὐ γὰρ ἔτι λανθάνειν ἐπὶ τοῖς σκευωρημένοις ἐδύνατο: ἐκ πολλῶν μὲν οὖν καὶ ἄλλων τεκμηρίων, μάλιστα δὲ ὅτι τοῖς περὶ Διόσκορον τοῖς ἐπιλεγομένοις Μακροῖς εὐθὺς μετὰ τὴν Ἰωάννου καθαίρεσιν ἐκοινώνησε. Τότε δὴ καὶ Σεβηριανὸς ἐπὶ τῆς ἐκκλησίας διδάσκων εὐκαίρως ἔδοξε διασύρειν τὸν Ἰωάννην, φήσας, ‘Εἰ καὶ διὰ μηδὲν ἄλλο κατέγνωστο Ἰωάννης, ἀλλ̓ οὖν γε ἱκανὸν ἔγκλημα πρὸς καθαίρεσιν τὸ ἀλαζονικὸν ἦθος αὐτοῦ: πάντα μὲν γὰρ τὰ ἁμαρτήματα συγχωρεῖται τοῖς ἀνθρώποις, ὑπερηφάνοις δὲ ὁ Θεὸς ἀντιτάσσεται, ὡς διδάσκουσιν αἱ θεῖαι γραφαί. ʼ Ταῦτα λεχθέντα φιλονεικότερον ἐποίει τὸ πλῆθος: διὸ τὴν ἀνάκλησιν ταχεῖαν ὁ βασιλεὺς ἐποίησε γενέσθαι. Πεμφθεὶς οὖν Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος καταλαμβάνει αὐτὸν ἐν Πρενέτῳ,—ἐμπόριον δὲ τοῦτο καταντικρὺ τῆς Νικομηδείας κείμενον, —καὶ ἀναστρέφει αὐτὸν ἐπὶ τὴν Κωνσταντινούπολιν. Ἐπεὶ δὲ ἀνακληθεὶς Ἰωάννης οὐ πρότερον εἰς τὴν πόλιν εἰσελθεῖν προῃρεῖτο, ἢ ἐν μείζονι δικαστηρίῳ ἀθῳωθῆναι, ἐν προαστείῳ ὃ καλεῖται Μαριαναὶ τέως ἐπέμενε. Παρέλκοντος δὲ αὐτοῦ, καὶ μὴ βουλομένου εἰς τὴν πόλιν ἐπανελθεῖν, ἠγανάκτει τὸ πλῆθος, καὶ ᾗ τάχος βλάσφημα κατὰ τῶν κρατούντων ἠφίεσαν ῥήματα: διὸ καὶ ἀνάγκην ἐπέθηκαν τῇ ἐπανόδῳ αὐτοῦ. Ἀπαντῆσαν οὖν τὸ πλῆθος σὺν πολλῇ σεβασμίῳ τιμῇ ἐπὶ τὴν ἐκκλησίαν εὐθὺς ἄγουσι: καὶ παρεκάλουν, ἔν τε τῷ ἐπισκοπικῷ θρόνῳ καθέζεσθαι, καὶ συνήθως τῷ λαῷ τὴν εἰρήνην ἐπεύξασθαι. Τοῦ δὲ παραιτουμένου, καὶ λέγοντος ὅτι τοῦτο δεῖ κρίσει γενέσθαι, καὶ δεῖν τοὺς καταψηφισαμένους πάλιν ἀποψηφίσασθαι, ἐξεκαίετο τὸ πλῆθος, ἰδεῖν αὐτὸν καθήμενον ἐν τῷ θρόνῳ ποθοῦντες, καὶ πάλιν αὐτοῦ διδάσκοντος ἀκροᾶσθαι. Ἐξίσχυσεν ὁ λαὸς ταῦτα κατεργάσασθαι: καὶ καθίσας ὁ Ἰωάννης εἰς τὸν ἐπισκοπικὸν θρόνον συνήθως μὲν τὴν εἰρήνην τῷ λαῷ ἐπηύξατο: προσαναγκασθεὶς δὲ, καὶ ἐδίδαξε. Τοῦτο πραχθὲν τοῖς ἀπεχθῶς ἔχουσι πρὸς αὐτὸν ἑτέρας σκευωρίας παρέσχεν ὑπόθεσιν: ἀλλὰ περὶ τούτου μὲν τέως ἡσύχαζον.