Ancient Greek · ~13 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.22.1
Not analysed yet
Περὶ Σισιννίου ἐπισκόπου Ναυατιανῶν, οἷα φησὶ προσωμιληκέναι πρὸς Ἰωάννην. Περὶ δὲ Σισιννίου βραχέα διεξελθεῖν, οὐκ ἄκαιρον εἶναι ἡγοῦμαι. Ἀνὴρ ἦν, ὡς πολλάκις ἔφην, ἐλλόγιμος, καὶ τὰ φιλόσοφα ἄκρως μαθών: διαλεκτικῆς δὲ σφόδρα ἐπεμελεῖτο, καὶ τὰ ἱερὰ γράμματα ἄκρως ἑρμηνεύειν ἠπίστατο: ὡς καὶ Εὐνόμιον τὸν αἱρετικὸν πολλάκις αὐτοῦ φυγεῖν τὴν ἐπὶ τῇ διαλέξει δεινότητα. Τὴν δὲ δίαιταν ἦν οὐ λιτός: ἀλλ̓ ἐν ἄκρᾳ σωφροσύνῃ πολυτελεῖ ταύτῃ ἐκέχρητο: τρυφῶν τε ἐν ἐσθῆτι λευκῇ, καὶ δὶς τῆς ἡμέρας ἐν λουτροῖς δημοσίοις λουόμενος διετέλει. Καὶ ποτὲ ἐρομένου αὐτὸν τινὸς, τοῦ χάριν ἐπίσκοπος ὢν δὶς λούοιτο τῆς ἡμέρας, Ἐπειδὴ τρίτον οὐ φθάνει, ἀπεκρίνατο. Ἄλλοτε δὲ Ἀρσάκιον τὸν ἐπίσκοπον κατὰ τιμὴν ὁρῶν, ἠρωτήθη ὑπό τινος τῶν περὶ Ἀρσάκιον, διὰ τί ἀνοίκειον ἐπισκόπῳ ἐσθῆτα φοροίη, καὶ ποῦ γέγραπται λευκὰ τὸν ἱερωμένον ἀμφιέννυσθαι. Ὁ δὲ, Σὺ πρότερον, ἔφη, εἰπὲ ποῦ γέγραπται μέλαιναν ἐσθῆτα φορεῖν τὸν ἐπίσκοπον. Τοῦ δὲ ἐρωτήσαντος ἐν ἀπόρῳ γενομένου πρὸς τὴν ἀντερώτησιν, ἀπήγαγεν ὁ Σισίννιος: Ἀλλὰ σὺ μὲν οὐκ ἂν, ἔφη, ‘δεῖξαι δυνήσῃ, ὡς δεῖ τὸν ἱερωμένον μέλανα ἀμφιέννυσθαι: ἐμοὶ δὲ καὶ ὁ Σολομὼν παρῄνεσε λέγων, Ἔστωσάν σοι ἱμάτια λευκά: καὶ ὁ Σωτὴρ ἐν τοῖς εὐαγγελίοις λευκῇ φαίνεται ἐσθῆτι χρησάμενος: οὐ μὴν ἀλλὰ καὶ Μωϋσῆν καὶ Ηλίαν λευκοφοροῦντας τοῖς ἀποστόλοις ἔδειξεν. Ταῦτα δὴ καὶ ἄλλα πολλὰ ἑτοίμως εἰπὼν τὰ μέγιστα ἐπὶ τῶν παρόντων ἐθαυμάσθη. Λεοντίου δὲ τοῦ Ἀγκύρας τῆς ἐν τῇ μικρᾷ Γαλατίᾳ ἐπισκόπου Ναυατιανῶν ἐκκλησίαν ἀφαιρουμένου, καὶ τῇ Κωνσταντινουπόλει ἐπιδημοῦντος, ὁ Σισίννιος ἐλθὼν παῤ αὐτὸν παρεκάλει ἀποδοῦναι τὴν ἐκκλησίαν. Ὁ δὲ θερμῶς ἀπήντησε καὶ φησὶ πρὸς αὐτόν: Ὑμεῖς, φησὶν, οἱ Ναυατιανοὶ οὐκ ὀφείλετε ἐκκλησίας ἔχειν, τὴν μετάνοιαν ἀναιροῦντες καὶ τὴν φιλανθρωπίαν τοῦ Θεοῦ ἀποκλείοντες. Ταῦτα καὶ τὰ τοιαῦτα πλείονα τοῦ Λεοντίου κακῶς τοὺς Ναυατιανοὺς λέγοντος, ἔφη ὁ Σισίννιος: Καὶ μὴν οὐδεὶς οὕτω μετανοεῖ ὡς ἐγώ. Τοῦ δὲ πάλιν ἐπάγοντος, Πῶς μετανοεῖς; ἔφη ὁ Σισίννιος, Ὅτι σὲ εἶδον, ἀπεκρίνατο. Ἰωάννου δέ ποτε τοῦ ἐπισκόπου ἐγκαλοῦντος αὐτῷ, καὶ λέγοντος ὅτι οὐ δύναται ἡ πόλις δύο ἐπισκόπους ἔχειν, ὁ Σισίννιος ἔφη, Οὐδὲ γὰρ ἔχει. Τοῦ δὲ Ἰωάννου χαλεπῄναντος καὶ φήσαντος, Ὁρᾷς ὅτι μόνος εἶναι βούλει ἐπίσκοπος, ὁ Σισίννιος, Οὐ τοῦτο, ἔφη, λέγω, ἀλλ̓ ὅτι ἐγὼ παρὰ σοὶ μόνῳ οὐκ εἰμὶ ἐπίσκοπος, ὃς τοῖς ἄλλοις εἰμί. Ὁ δὲ Ἰωάννης πρὸς τὸ λεχθὲν ἀγανακτήσας, Ἀλλ̓ ἐγώ σε, ἔφη, παύσω προσομιλεῖν: αἱρετικὸς γὰρ ὑπάρχεις. Πρὸς δὴ τούτῳ χαριέντως ὁ Σισίννιος ὑπήντησεν: Ἀλλ̓ ἐγὼ, ἔφη, καὶ μισθοὺς παρέξω, εἴ με τηλικούτου καμάτου ἀπαλλάξειας. Διαμαλαχθεὶς δὲ ἐκ τῆς ἀποκρίσεως ὁ Ἰωάννης, Ἀλλ οὐκ ἄν σε, ἔφη, παύσω τοῦ προσομιλεῖν ἐγὼ, εἴ σε ὅλως τὸ λέγειν λυπεῖ. Οὕτω μὲν οὖν ἕτοιμος πρὸς τὰς ἀποκρίσεις καὶ χαρίεις ἦν ὁ Σισίννιος. Γράφειν δὲ ταῦτα καὶ ἀπομνημονεύειν τὰ εἰρημένα αὐτῷ, μακρὸν ἂν εἴη: διὸ καὶ δἰ ὀλίγων ἐπέδειξα οἷος ἦν, ἀρκεῖν ἡγησάμενος. Ἐκεῖνο δέ φημι, ὅτι διὰ παίδευσιν περιβόητος ἦν: καὶ διὰ ταύτην πάντες ἐφεξῆς οἱ ἐπίσκοποι ἠγάπων τε καὶ ἐτίμων αὐτόν: οὐ μὴν ἀλλὰ καὶ πάντες οἱ τῆς συγκλήτου περιφανεῖς ἔστεργόν τε αὐτὸν καὶ ἐθαύμαζον. Καὶ πολλὰ μὲν αὐτῷ βιβλία συγγέγραπται: λεξιθηρεῖ δὲ ἐν αὐτοῖς, καὶ ποιητικὰς παραμίγνυσι λέξεις: λέγων δὲ μᾶλλον, ἢ ἀναγινωσκόμενος ἐθαυμάζετο: προσῆν γὰρ αὐτῷ χάρις τῷ τε προσώπῳ καὶ τῇ φωνῇ, καὶ τῷ σχήματι καὶ τῷ βλέμματι καὶ τῇ ὅλῃ κινήσει τοῦ σώματος. Ἠγαπᾶτο οὖν καὶ διὰ ταῦτα παρὰ πασῶν τε τῶν θρησκειῶν, καὶ μάλιστα παρὰ τοῦ ἐπισκόπου Ἀττικοῦ. Καὶ τὰ μὲν περὶ Σισιννίου ἐξαρκεῖν ἡγοῦμαι.