Ancient Greek · ~7 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.4
Not analysed yet
Περὶ Σαραπίωνος τοῦ διακόνου, καὶ ὅπως δἰ αὐτὸν ὁ ἐπίσκοπος ἐχθρὸς τῷ κλήρῳ κατέστη καὶ πολέμιος. Τοιοῦτος ὢν τὸ ἦθος, καὶ ἐπὶ τὴν ἐπισκοπὴν προβληθεὶς, μείζονι ἢ ἐχρῆν τῇ ὀφρύϊ κατὰ τῶν ὑπηκόων ἐκέχρητο, διορθοῦν τοὺς βίους τῶν ὑφ̓ αὑτῷ κληρικῶν, ὡς ᾤετο, προαιρούμενος. Εὐθὺς οὖν ἐν ἀρχῇ φανεὶς τοῖς τῆς ἐκκλησίας τραχὺς, ὑπ’αὐτῶν ἐμισεῖτο: πολλοί τε πρὸς αὐτὸν ἀπηχθάνοντο, καὶ ὡς ὀργίλον ἐξέκλινον: ἐνῆγε δὲ αὐτὸν πρὸς τὸ πᾶσι προσκρούειν Σαραπίων, διάκονος ὑπ’αὐτῷ ταττόμενος. Καί ποτε παρόντων τῶν κληρικῶν, μεγάλῃ τῇ φωνῇ πρὸς τὸν ἐπίσκοπον τοιοῦτον λόγον ἐφθέγξατο: Οὔποτε, ὦ ἐπίσκοπε, τούτων κρατῆσαι δυνήσῃ, εἰ μὴ μιᾷ ῥάβδῳ πάντας ἐλαύνοις. Τοῦτο λεχθὲν τὸ κατὰ τοῦ ἐπισκόπου μῖσος ἐξήγειρεν. Ὁ δὲ ἐπίσκοπος οὐκ εἰς μακρὰν πολλοὺς τῆς ἐκκλησίας ἄλλον δἰ ἄλλην αἰτίαν ἐξέβαλλεν: οἱ δὲ, οἷα φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις τῶν κρατούντων ὁρμαῖς, φατρίας συνίστασαν κατ̓ αὐτοῦ, καὶ διαβολαῖς πρὸς τὸν δῆμον ἐκέχρηντο. Εἰς πίστιν δὲ ἦγεν τοὺς ἀκούοντας τὰ λεγόμενα τὸ μὴ βούλεσθαι τὸν ἐπίσκοπον συνεσθίειν τινὶ, μηδὲ καλούμενον ἐφ̓ἑστίαν παραγίνεσθαι: ἐξ οὗ καὶ μάλιστα ἡ μείζων ἐκράτησε διαβολὴ κατ̓ αὐτοῦ. Καὶ τίνι μὲν σκοπῷ συνεσθίειν οὐδενὶ προῄρητο, σαφῶς οὐδεὶς ἀπαγγεῖλαι δεδύνηται: οἱ μὲν γὰρ ὑπὲρ αὐτοῦ ἀπολογεῖσθαι βουλόμενοι ἔφασκον ὡς εἴη ἐμπαθὴς, καὶ δυσφόρως τὰ σιτία προσφέροιτο, καὶ διὰ τοῦτο μόνος ἐσθίει: ἄλλοι δὲ, ὅτι δἰὑπερβάλλουσαν ἄσκησιν τοῦτο ἐποίει. Ὅπως δὲ ἀληθείας ἂν εἶχε τὸ γινόμενον, οὐ μικρὰ συνεβάλλετο πρὸς διαβολὴν τοῖς κατηγοροῦσιν αὐτοῦ. Ὁ μέντοι λαὸς διὰ τοὺς ἐν τῇ ἐκκλησίᾳ λεγομένους ὑπ’ αὐτοῦ λόγους σφόδρα συνεκρότει καὶ ἠγάπα τὸν ἄνθρωπον, μικρὰ φροντίζων τῶν κατηγορεῖν ἐπιχειρούντων αὐτοῦ. Ὁποῖοι δέ εἰσιν οἵ τε ἐκδοθέντες παῤ αὐτοῦ λόγοι καὶ οἱ λέγοντος αὐτοῦ ὑπὸ τῶν ὀξυγράφων ἐκληφθέντες, ὅπως τε λαμπροὶ, καὶ τὸ ἐπαγωγὸν ἔχοντες, τί δεῖ νῦν λέγειν, ἐξὸν τοῖς βουλομένοις αὐτοὺς ἀναλέγεσθαι, καὶ τὴν ἐξ αὐτῶν ὠφέλειαν καρποῦσθαι;