Ancient Greek · ~9 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.5
Not analysed yet
Ὅτι οὐ πρὸς τοὺς ἐν τῷ κλήρῳ μόνον Ἰωάννης ἀλλὰ καὶ πρὸς τοὺς ἐν τέλει διεφέρετο: καὶ περὶ Εὐτροπίου τοῦ εὐνούχου. Ἕως μὲν οὖν τῷ κλήρῳ μόνῳ προσέκρουεν, ἀσθενὴς ἦν ἡ σκευωρουμένη κατ̓αὐτοῦ μηχανή: ἐπειδὴ δὲ καὶ πολλοὺς τῶν ἐν τέλει πέρα τοῦ προσήκοντος ἐξελέγχειν ἐπειρᾶτο, τηνικαῦτα καὶ ὁ κατ̓ αὐτοῦ φθόνος πλείων ἐξήπτετο. Καὶ πολλὰ μὲν ἐλέγετο κατ̓ αὐτοῦ: τὰ πλεῖστα δὲ λοιπὸν καὶ πίστιν ἐνεποίει τοῖς ἀκούουσι: προσθήκην δὲ τῇ διαβολῇ ἐποίει ἡ κατὰ Εὐτροπίου τότε λεχθεῖσα ὑπ’ αὐτοῦ προσομιλία. Εὐτρόπιος γὰρ εὐνοῦχος, προεστὼς τοῦ βασιλικοῦ κοιτῶνος, καὶ τὴν τοῦ ὑπάτου ἀξίαν πρῶτος εὐνούχων παρὰ βασιλέως λαβὼν, ἀμύνασθαί τινας προσφεύγοντας τῇ ἐκκλησίᾳ βουλόμενος, σπουδὴν πεποίητο νόμον παρὰ τῶν αὐτοκρατόρων προτεθῆναι, κελεύοντα μηδένα προσφεύγειν ταῖς ἐκκλησίαις, ἀλλὰ καὶ τοὺς ἤδη προσφεύγοντας ἀφέλκεσθαι. Δίκη δὲ εὐθὺς ἐπηκολούθει: προὔκειτο γὰρ ὁ νόμος, καὶ μετ̓ οὐ πολὺ προσκρούσας τῷ βασιλεῖ ὁ Εὐτρόπιος ἐν τοῖς πρόσφυξιν ἦν. Ὁ οὖν ἐπίσκοπος, τοῦ Εὐτροπίου ὑπὸ τὸ θυσιαστήριον κειμένου καὶ ἐκπεπληγότος ὑπὸ τοῦ φόβου, καθεσθεὶς ἐπὶ τοῦ ἄμβωνος, ὅθεν εἰώθει καὶ πρότερον ὁμιλεῖν χάριν τοῦ ἐξακούεσθαι, λόγον ἐλεγκτικὸν ἐξέτεινε κατ̓ αὐτοῦ. Ἐφ̓ ᾧ πλέον ἐδόκει προσκρούειν τισὶν, ὅτι τὸν ἀτυχοῦντα οὐ μόνον οὐκ ἠλέει, ἀλλ̓ ἐκ τοῦ ἐναντίου καὶ ἤλεγχεν. Εὐτροπίου μὲν οὖν τότε τὴν ὕπατον ἀξίαν χειρίζοντος, διά τινα πταίσματα ὁ βασιλεὺς τὴν κεφαλὴν ἀποτμηθῆναι ἐκέλευσεν: ἐκ δὲ τοῦ καταλόγου τῶν ὑπάτων περιῃρέθη τὸ ὄνομα, καὶ μόνου τοῦ συνυπατεύσαντος Θεοδώρου ἐγγέγραπται. Λόγος δὲ, ὅτι ὁ ἐπίσκοπος Ἰωάννης καὶ Γαϊνᾶν τὸν τηνικαῦτα στρατηλάτην τῇ συνήθει παρρησίᾳ χρώμενος ἰσχυρῶς περιύβρισεν, ὅτε μίαν ἐκκλησίαν τῶν ἐντὸς τῆς πόλεως προσνεμηθῆναι τοῖς ὁμοθρήσκοις αὐτοῦ Ἀρειανοῖς παρὰ τοῦ βασιλέως αἰτῆσαι ἐτόλμησεν. Ἄλλον τε δἰ ἄλλην αἰτίαν τῶν κρατούντων ἐξήλεγχεν σὺν παρρησίᾳ πολλῇ, δἰ ἣν πολλοῖς διάφορος ἦν. Ὅθεν καὶ Θεόφιλος ὁ Ἀλεξανδρείας ἐπίσκοπος εὐθὺς μετὰ τὴν χειροτονίαν ἐπενόει ὅπως αὐτὸν σκευωρήσηται, καί τισι μὲν τῶν παρόντων περὶ τούτου κρυφαίως διελέγετο: πολλοῖς δὲ καὶ τῶν μακρὰν ἀπόντων τὴν οἰκείαν διήγγειλε βούλησιν. Ἐλύπει γὰρ αὐτὸν οὐ μόνον ἡ ὑπερβάλλουσα Ἰωάννου παρρησία, ἀλλ̓ ὅτι καὶ Ἰσίδωρον τὸν πρεσβύτερον ὑπ’αὐτῷ ταττόμενον εἰς τὴν ἐπισκοπὴν Κωνσταντινουπόλεως προβάλλεσθαι οὐκ ἴσχυσεν. Ἐν τούτοις μὲν τὰ κατὰ Ἰωάννην τὸν ἐπίσκοπον ἦν: καὶ εὐθὺς ἐν ἀρχῇ κατ̓ αὐτοῦ ὤδινε τὸ κακόν: καὶ τὰ μὲν περὶ αὐτοῦ προϊόντες δηλώσομεν.