Ancient Greek · ~28 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.6.1
Not analysed yet
Περὶ τῆς τυραννίδος Γαϊνᾶ τοῦ Γότθου, καὶ τῆς ὑπ’ αὐτοῦ γενομένης ταραχῆς ἐν Κωνσταντινουπόλει, καὶ περὶ τῆς ἀναιρέσεως αὐτοῦ. Πρᾶγμα δὲ ἄξιον μνήμης ἐπὶ τῶνδε τῶν χρόνων γενόμενον διηγήσομαι, δεικνὺς ὅπως ἡ τοῦ Θεοῦ πρόνοια τὴν πόλιν καὶ τὰ Ῥωμαίων ἐκ μεγίστου κινδύνου παραδόξοις βοηθείαις ἐρρύσατο: τί δέ ἐστι τοῦτο λεκτέον. Γαϊνᾶς βάρβαρος μὲν ἦν τὸ γένος: ὑπὸ Ῥωμαίοις δὲ γενόμενος καὶ στρατείᾳ προσομιλήσας, κατὰ βραχὺ δὲ προκόψας, τέλος στρατηλάτης Ῥωμαίων ἱππικῆς τε καὶ πεζικῆς ἀναδείκνυται. Ἐπιλαβόμενος δὲ τῆς τηλικαύτης δυναστείας ἑαυτὸν οὐκ ἐγίνωσκεν, οὐδὲ τὴν ἑαυτοῦ διάνοιαν κατέχειν ἠδύνατο: ἀλλὰ πάντα λίθον, τὸ δὴ λεγόμενον, ἐκίνει, ὅπως ἂν ὑφ̓ ἑαυτῷ τὰ Ῥωμαίων ποιήσειε. Καὶ πᾶν μὲν τὸ Γότθων ἔθνος ἐκ τῆς αὐτοῦ χώρας μετεπέμψατο: τοὺς δὲ αὐτῷ ἐπιτηδείους τῶν στρατιωτικῶν ἀριθμῶν τούτους ἔχειν παρεσκεύαζεν. Τριβιγίλδου δὲ ἑνὸς τῶν αὐτοῦ συγγενῶν χιλιαρχοῦντος τῶν ἱδρυμένων ἐν τῇ Φρυγίᾳ στρατιωτῶν, καὶ γνώμῃ Γαϊνᾶ νεωτερίσαντος, καὶ τὰ Φρυγῶν ἔθνη παντάπασιν ἀνατρέποντος, αὐτὸς ἐπιτραπῆναι ἑαυτῷ κατασκευάζει τὴν τῶν ἐκεῖ πραγμάτων φροντίδα. Ἔπειτα ὁ βασιλεὺς Ἀρκάδιος οὐδὲν προϊδόμενος ἑτοίμως ἐπέτρεψεν: καὶ ὃς εὐθὺς ἐπορεύετο τῷ μὲν λόγῳ κατὰ Τριβιγίλδου, τῷ δὲ ἔργῳ τυραννῆσαι βουλόμενος: ἦγε δὲ μεθ̓ ἑαυτοῦ Γότθων βαρβάρων οὐκ ὀλίγας μυριάδας: καὶ καταλαβὼν τὴν Φρυγίαν, πάντα ἀνέτρεπεν. Εὐθὺς οὖν ἐν ταραχῇ ἦν τὰ Ῥωμαίων, οὐ μόνον διὰ τὸ προσὸν τῷ Γαϊνᾷ πλῆθος βαρβάρων, ἀλλ̓ ὅτι καὶ τὰ τῆς ἑῴας ἐπίκαιρα μέρη κινδυνεύειν ἔμελλε. Τότε δὴ ὁ βασιλεὺς γνώμῃ χρηστῇ πρὸς τὸν παρόντα καιρὸν χρησάμενος, τέχνῃ μετῆλθε τὸν βάρβαρον: διαπεμψάμενος γοῦν πρὸς αὐτὸν, πᾶσι λόγοις καὶ ἔργοις θεραπεύειν ἕτοιμος ἦν. Τούτου δὲ ἐξαιτοῦντος δύο τῶν πρώτων τῆς συγκλήτου ἄνδρας ἀπὸ ὑπάτων, οὓς ὑπενόει ἐκκόψειν αὐτοῦ τὰς ὁρμὰς, Σατορνῖνον καὶ Αὐρηλιανὸν, ἄκων αὐτοὺς τῇ ἀνάγκῃ τοῦ καιροῦ παρεῖχεν ὁ βασιλεύς. Καὶ οἱ μὲν ὑπὲρ τοῦ κοινοῦ προαποθνήσκειν αἱρούμενοι γενναίως τῇ τοῦ βασιλέως κελεύσει ὑπήκουον: καὶ πόρρω τῆς Χαλκηδόνος ἐν χωρίῳ ἱπποδρόμῳ ἀπήντων, ἕτοιμοι πάσχειν πᾶν ὁτιοῦν ὁ βάρβαρος ἤθελεν. Ἀλλ̓ οὗτοι μὲν οὐδὲν φαῦλον ὑπέμειναν: ὁ δὲ ἀκκιζόμενος παρῆν ἐπὶ τὴν Χαλκηδόνα: ἀπήντα δὲ ἐκεῖσε καὶ ὁ βασιλεὺς Ἀρκάδιος. Γενόμενοί τε ἐν τῷ μαρτυρίῳ, ἔνθα τὸ σῶμα τῆς μάρτυρος Εὐφημίας ἀπόκειται, ὅρκοις ἐπιστοῦντο ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ βάρβαρος, ἦ μὴν μὴ ἐπιβουλεύσειν ἀλλήλοις. Ἀλλ̓ ὁ μὲν βασιλεὺς, εὔορκός τις ἀνὴρ καὶ διὰ τοῦτο θεοφιλὴς, τοῖς ὅρκοις ἐνέμεινε: Γαϊνᾶς δὲ παρεσπόνδει τε καὶ τοῦ οἰκείου σκοποῦ οὐκ ἐξέβαινεν, ἀλλ̓ ἐμπρησμούς τε καὶ λαφυραγωγίας ἐμελέτα ποιήσασθαι κατά τε τῆς Κωνσταντινουπόλεως, καὶ καθ̓ ὅλης εἰ δύναιτο τῆς Ῥωμαίων ἀρχῆς. Βεβαρβάρωτο οὖν ἡ πόλις ὑπὸ τῶν πολλῶν μυριάδων, καὶ οἱ αὐτῆς οἰκήτορες ἐν αἰχμαλώτων μοίρᾳ ἐγένοντο. Τοσοῦτος δὲ ἦν ὁ ἐπικρεμασθεὶς τῇ πόλει κίνδυνος, ὡς καὶ κομήτην μέγιστον ἐκ τοῦ οὐρανοῦ καὶ μέχρι τῆς γῆς διήκοντα, καὶ οἷον οὐδεὶς ἐθεάσατο πρότερον, μηνύειν αὐτόν. Ὁ μέντοι Γαϊνᾶς πρῶτον μὲν ἐπειράθη ἀνέδην διαρπαγὴν τοῦ δημοσίᾳ ἐν τοῖς ἐργαστηρίοις πωλουμένου ἀργυρίου ποιήσασθαι. Ὡς δὲ φήμης προμηνυθείσης, ἐφυλάξαντο προθεῖναι ἐν ταῖς τραπέζαις τὸν ἄργυρον, αὖθις ἐπὶ ἑτέραν χωρεῖ βουλήν: καὶ νυκτὸς μὲν οὔσης, ἐκπέμπει πλῆθος βαρβάρων ἐπὶ τὸ ἐμπρῆσαι τὰ βασίλεια. Τότε δὴ καὶ ἐδείχθη περιφανῶς, ὅπως ὁ Θεὸς πρόνοιαν ἐποιεῖτο τῆς πόλεως: ἀγγέλων γὰρ πλῆθος ὤφθη τοῖς ἐπιβουλεύουσιν ἐν σχήματι ὁπλιτῶν μεγάλα ἐχόντων τὰ σώματα. Οὓς ὑποτοπήσαντες οἱ βάρβαροι ἀληθῶς εἶναι στρατὸν πολὺν καὶ γενναῖον, κατεπλάγησάν τε καὶ ὑπανεχώρησαν. Ὡς δὲ ἀγγελθὲν τοῦτο τῷ Γαϊνᾷ πέρα πίστεως κατεφαίνετο,—ἠπίστατο γὰρ μὴ παρεῖναι τὸ πολὺ τῶν Ῥωμαίων ὁπλιτικὸν, κατὰ τὰς πόλεις γὰρ ἐνίδρυτο,—πέμπει καὶ αὖθις ἑτέρους τῇ ἐχομένῃ νυκτὶ καὶ μετὰ ταῦτα πολλάκις. Ὡς δὲ καὶ διαφόρως ἀποστείλαντι τὰ αὐτὰ ἀπηγγέλλετο,—ἀεὶ γὰρ οἱ τοῦ Θεοῦ ἄγγελοι τὴν αὐτὴν τοῖς ἐπιβουλεύουσι παρεῖχον φαντασίαν,—τέλος αὐτὸς σὺν πλήθει πολλῷ προσελθὼν πεῖραν λαμβάνει τοῦ θαύματος. Ὑπονοήσας δὲ ἀληθῶς στρατιωτῶν εἶναι πλῆθος, καὶ τοῦτο δἰ ἡμέρας μὲν λανθάνειν, νύκτωρ δὲ πρὸς τὴν αὐτοῦ ἐπιχείρησιν ἀντέχειν, τεχνάζεται βούλησιν, ὡς μὲν ἐνόμιζεν, Ῥωμαίους βλάπτουσαν, ἐπωφελῆ δὲ, ὡς ἡ ἔκβασις ἔδειξεν. Ὑποκρινόμενος γὰρ δαιμονᾷν, ὡς εὐξόμενος τὸ μαρτύριον τοῦ ἀποστόλου Ἰωάννου, ʽἑπτὰ δὲ σημείοις ἀπέχει τοῦτο τῆς πόλεωσ̓, καταλαμβάνει. Συνεξῄεσαν δὲ αὐτῷ καὶ οἱ βάρβαροι τὰ ὅπλα κρυφαίως ἐξάγοντες, τοῦτο μὲν κεράμοις κατακρύψαντες, τοῦτο δὲ καὶ ἑτέραις χρώμενοι μηχαναῖς. Ὡς δὲ οἱ φρουροὶ τῶν πυλῶν τὸν δόλον εὑρόντες ἐκφέρεσθαι τὰ βέλη διεκώλυον, οἱ βάρβαροι τὰ ξίφη σπασάμενοι τοὺς φρουροὺς διεχρήσαντο. Θόρυβός τε ἐντεῦθεν τὴν πόλιν εἶχε δεινὸς, καὶ πᾶσιν ὁ θάνατος παρεῖναι ἐδόκει. Ἀλλ̓ ὅμως ἡ μὲν πόλις ἐν τῷ ἀσφαλεῖ τότε ἐγίνετο, τῶν πανταχῆ πυλῶν αὐτῆς ὠχυρωμένων. Γνώμῃ δὲ χρηστῇ ὁ βασιλεὺς ἐν καιρῷ ἐχρήσατο: καὶ φανερὸν πολέμιον κηρύξας εἶναι τὸν Γαϊνᾶν, κελεύει τοὺς ὑπολειφθέντας ἐν τῇ πόλει βαρβάρους ἀναιρεῖσθαι. Μιᾶς τε ἐν μέσῳ μετὰ τὴν τῶν πυλωρῶν ἀναίρεσιν διαγενομένης ἡμέρας, συμβάλλουσιν οἱ παρόντες στρατιῶται τοῖς βαρβάροις ἐντὸς τῶν πυλῶν περὶ τὴν ἐκκλησίαν τῶν Γότθων: ἐνταῦθα γὰρ πάντες οἱ ὑπολειφθέντες ἠθροίσθησαν. Καὶ αὐτὴν μὲν ἐμπιμπρῶσιν, ἀναιροῦσι δὲ αὐτῶν σφόδρα πολλούς: ὁ Γαϊνᾶς δὲ μαθὼν ἀνῃρῆσθαι τοὺς μὴ φθάσαντας ἐξελθεῖν τῶν πυλῶν, γνούς τε μηκέτι αὐτῷ προχωρεῖν τὰς ἀπάτας, ᾅρας ἀπὸ τοῦ μαρτυρίου ἤλαυνεν ἐπὶ τὰ Θρᾴκια μέρη. Καὶ καταλαβὼν τὴν Χερρόνησον, ἐξ αὐτῆς διαπεραιοῦσθαι, καὶ καταλαμβάνειν τὴν Λάμψακον ἐσπούδαζεν, ὅπως ἂν ἐντεῦθεν τῶν ἑῴων μερῶν κρατῆσαι δυνήσηται. Ὡς δὲ ὁ βασιλεὺς ἔφθη δύναμιν ἀποστείλας διά τε γῆς καὶ θαλάσσης, ἐνταῦθα πάλιν τῆς τοῦ Θεοῦ προνοίας θαυμαστὸν ἔργον ἐδείκνυτο. Ὡς γὰρ οἱ βάρβαροι ἀποροῦντες πλοίων, σχεδίας συμπήξαντες ἐπ’ αὐτῶν ἐπεραιοῦντο, αἱ τῶν Ῥωμαίων στρατιωτικαὶ νῆες ὅσον οὐδέπω παρῆσαν, ἄνεμός τε Ζέφυρος πνεῖ σφοδρός. Καὶ οἱ μὲν Ῥωμαῖοι ταῖς ναυσὶ ῥᾳδίως διεξέπλεον: οἱ δὲ βάρβαροι ἅμα τοῖς ἵπποις ἐν ταῖς σχεδίαις ὑπὸ τοῦ κλύδωνος ἀναρριπτούμενοι ἐξελικμῶντο, καὶ ἐν τῇ θαλάσσῃ διεφθείροντο: πολλοὶ δὲ καὶ ὑπὸ τῶν Ῥωμαίων ἀπώλλυντο. Οὕτω μὲν οὖν τότε πλεῖστον πλῆθος τῶν βαρβάρων ἐν τῷ διέκπλῳ ἀπώλετο: Γαϊνᾶς δὲ ἀναζεύξας, καὶ διὰ τῆς Θρᾴκης φυγῇ χρώμενος, περιπίπτει ἑτέρᾳ δυνάμει Ῥωμαίων, καὶ ἀναιρεῖται ἅμα τοῖς σὺν αὐτῷ βαρβάροις. Καὶ ταῦτα μὲν ὡς ἐν ἐπιδρομῇ περὶ Γαϊνᾶ ἀποχρώντως λελέχθω. Εἰ δέ τῳ φίλον ἀκριβῶς μαθεῖν τὰ ἐν ἐκείνῳ τῷ πολέμῳ γεγενημένα, ἐντυγχανέτω τῇ Γαϊνίᾳ τοῦ σχολαστικοῦ Εὐσεβίου: ὃς ἐφοίτα μὲν τηνικαῦτα παρὰ Τρωΐλῳ τῷ σοφιστῇ, αὐτόπτης δὲ τοῦ πολέμου γενόμενος ἐν τέσσαρσι βιβλίοις ἡρωϊκῷ μέτρῳ τὰ γενόμενα διηγήσατο: καὶ προσφάτων ὄντων τῶν πραγμάτων, σφόδρα ἐπὶ τοῖς ποιήμασιν ἐθαυμάσθη. Καὶ νῦν δὲ ὁ ποιητὴς Ἀμμώνιος τὴν αὐτὴν ὑπόθεσιν ῥαψῳδήσας ἐν τῇ ἑκκαιδεκάτῃ ὑπατείᾳ τοῦ νέου Θεοδοσίου, ἣν ἅμα Φαύστῳ ἐπετέλει, ἐπὶ τοῦ αὐτοκράτορος ἐπιδειξάμενος λαμπρῶς εὐδοκίμησε: Τέλος δὲ ἔσχεν οὗτος ὁ πόλεμος ἐν τῇ ὑπατείᾳ Στελίχωνος καὶ Αὐρηλιανοῦ. Τὴν δὲ ἑξῆς ὑπατείαν ἐδίδου Φραύϊτος, Γότθος μὲν καὶ αὐτὸς τῷ γένει, μεγάλῃ δὲ εὐνοίᾳ τῇ πρὸς Ῥωμαίους χρησάμενος, μεγάλα δὲ καὶ ἐν τῷδε τῷ πολέμῳ ἀγωνισάμενος. Διὸ καὶ τῆς τοῦ ὑπάτου ἀξίας μετέσχεν: καθ̓ ἣν τίκτεται τῷ βασιλεῖ Ἀρκαδίῳ υἱὸς, ὁ ἀγαθὸς Θεοδόσιος, τῇ δεκάτῃ τοῦ Ἀπριλλίου μηνός: τοσαῦτα μὲν οὖν περὶ τούτων εἰρήσθω. Τηλικούτων δὲ τότε κατειληφότων τὰ Ῥωμαίων πράγματα, οἱ τὴν ἱερωσύνην πεπιστευμένοι τοῦ ῥάπτειν καθ̓ ἑαυτῶν δόλους ἐφ̓ ὕβρει τοῦ Χριστιανισμοῦ οὐδαμῶς ἀπείχοντο. Καὶ γὰρ ἐν τούτῳ τῷ χρόνῳ ἐπαναστάσεις ἐμελέτων κατ̓ ἀλλήλων οἱ ἱερεῖς: ἀρχὴν δὲ τὸ κακὸν ἐκ τῆς Αἰγύπτου ἐλάμβανε δἰ αἰτίαν τοιαύτην.