Ancient Greek · ~21 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.7.1
Not analysed yet
Περὶ τοῦ γενομένου σχίσματος μεταξὺ τοῦ Ἀλεξανδρείας Θεοφίλου καὶ τῶν μοναζόντων τῆς ἐρήμου: καὶ ὡς τὰ Ὠριγένους ὁ Θεόφιλος βιβλία ἀνεθεμάτισε. Ἦν μικρὸν ἔμπροσθεν ζήτησις κινηθεῖσα, πότερον ὁ Θεὸς σῶμα ἐστὶ καὶ ἀνθρώπου ἔχει σχῆμα, ἢ ἀσώματός ἐστιν καὶ ἀπήλλακται ἀνθρωπίνου τε καὶ παντὸς, ἁπλῶς εἰπεῖν, σωματικοῦ σχήματος. Ἐκ δὲ τούτου τοῦ ζητήματος ἔριδες καὶ φιλονεικίαι παρὰ τοῖς πολλοῖς ἐγίνοντο: τῶν μὲν τούτῳ προστιθεμένων τῷ λόγῳ, τῶν δὲ τῷ ἑτέρῳ συνηγορούντων. Καὶ μάλιστα μὲν πολλοὶ τῶν ἁπλοϊκῶν ἀσκητῶν σωματικὸν καὶ ἀνθρωπόμορφον τὸν Θεὸν εἶναι ἐβούλοντο: πλεῖστοι δὲ τούτων καταγινώσκοντες ἀσώματον εἶναι τὸν Θεὸν ἔλεγον, καὶ πάσης ἐκτὸς εἶναι σωματικῆς μορφῆς ἀπεφῄναντο. Οἷς καὶ Θεόφιλος συνεφώνει ὁ τῆς Ἀλεξανδρείας ἐπίσκοπος, ὡς καὶ ἐπὶ τῆς ἐκκλησίας ἐπὶ τοῦ λαοῦ καταδραμεῖν μὲν τῶν ἀνθρωπόμορφον λεγόντων τὸ Θεῖον, ἀσώματον δὲ αὐτὸν δογματίσαι τὸν Θεόν. Ταῦτα μαθόντες οἱ Αἰγυπτίων ἀσκηταὶ καταλιπόντες τὰ μοναστήρια ἐπὶ τὴν Ἀλεξάνδρειαν ἔρχονται: καὶ κατεστασίαζον τοῦ Θεοφίλου, κρίναντες ὡς ἀσεβοῦντα, καὶ ἀνελεῖν βουλόμενοι. Τοῦτο γνοὺς ὁ Θεόφιλος εἰς ἀγῶνα καθίσταται, καὶ ἐπενόει τέχνην, ὅπως ἂν διαφύγῃ τὸν ἀπειλούμενον θάνατον. Καὶ ὀφθεὶς αὐτοῖς κολακεἵ̣?ʼ μετῆλθε τοὺς ἄνδρας, οὕτως εἰπὼν πρὸς αὐτούς: Οὕτως ὑμᾶς εἶδον, ὡς Θεοῦ πρόσωπον. Τοῦτο λεχθὲν ἐχαύνωσε τοὺς μοναχοὺς τῆς ὁρμῆς. Ἀλλ̓ εἰ ἀληθεύεις, ἔφασαν, ὅτι τὸ τοῦ Θεοῦ πρόσωπόν ἐστιν ὡς καὶ τὸ ἡμέτερον, ἀναθεμάτισον τὰ Ὠριγένους βιβλία: ἐξ αὐτῶν γάρ τινες διαλεγόμενοι ἐναντιοῦνται τῇ δόξῃ ἡμῶν: εἰ δὲ μὴ τοῦτο ποιήσεις, τὰ τῶν ἀσεβούντων καὶ θεομάχων ἐκδέχου παῤ ἡμῶν. Ἀλλ̓ ἐγὼ, ἔφη Θεόφιλος, ποιήσω τὰ δεδογμένα ὑμῖν, καὶ μὴ χαλεπαίνετε πρὸς μέ: καὶ γὰρ ἐγὼ ἀπεχθῶς ἔχω πρὸς τὰ Ὠριγένους βιβλία, καὶ μέμφομαι τοὺς δεχομένους αὐτά. Οὕτω μὲν οὖν τότε τοὺς μοναχοὺς ἀποκρουσάμενος, ἀπεπέμψατο: καὶ ἴσως δ̓ ἂν ἡ περὶ τούτου ζήτησις ἄχρι τούτου προελθοῦσα ἐπαύσατο, εἰ μὴ ἐπισυνήφθη τούτῳ ἕτερον πρᾶγμα τοιόνδε τι. Τῶν ἐν Αἰγύπτῳ ἀσκητηρίων προεστήκεισαν τέσσαρες ἄνδρες εὐλαβεῖς, Διόσκορος, Ἀμμώνιος, Εὐσέβιος, Εὐθύμιος. Οὗτοι αὐτάδελφοι μὲν ἦσαν: οἱ Μακροὶ δὲ ἐκ τοῦ σώματος ὠνομάζοντο: ἦσαν δὲ καὶ βίῳ καὶ λόγῳ ἐκπρέποντες: καὶ διὰ τοῦτο πολὺς ἦν ἐν τῇ Ἀλεξανδρείᾳ περὶ αὐτῶν λόγος. Θεόφιλός τε ὁ Ἀλεξανδρείας ἐπίσκοπος πάνυ ἠγάπα καὶ ἐτίμα τοὺς ἄνδρας: διὸ καὶ ἕνα μὲν αὐτῶν τὸν Διόσκορον ἐπίσκοπον καθιστᾷ Ἑρμουπόλεως, βίᾳ ἑλκύσας: δύο δὲ ἐξ αὐτῶν παρεκάλεσε συνεῖναι αὐτῷ, καὶ μόλις μὲν ἔπεισεν: ὡς ἐπίσκοπος δὲ ὅμως καὶ προσηνάγκασεν, καὶ τῇ τῶν κληρικῶν ἀξίᾳ τιμήσας, τὴν οἰκονομίαν τῆς ἐκκλησίας αὐτοῖς ἐνεχείρισεν. Οἱ δὲ τῇ ἀνάγκῃ μὲν ἔμενον, καλῶς τῇ οἰκονομίᾳ προσέχοντες: ἠνιῶντο δὲ ὅμως, ὅτι μὴ ἐφιλοσόφουν ὡς ἤθελον, τῇ ἀσκήσει προσκείμενοι. Ἐπεὶ δὲ προϊόντος τοῦ χρόνου, καὶ προσβλάπτεσθαι τὴν ψυχὴν ἐνόμιζον, ὁρῶντες τὸν ἐπίσκοπον χρηματιστικόν τε μετερχόμενον βίον, καὶ πολλὴν σπουδὴν περὶ χρημάτων κτῆσιν τιθέμενον, καὶ διὰ ταῦτα, τὸ δὴ λεγόμενον, πάντα λίθον κινοῦντα, παρῃτοῦντό τε συνεῖναι αὐτῷ, τὴν ἐρημίαν ἀγαπᾷν εἰπόντες, καὶ ταύτην προτιμᾷν τῆς ἐν ἄστει διαγωγῆς. Ὁ δὲ, ἕως μὲν μὴ ἐγίνωσκε τὴν ἀληθῆ πρόφασιν, παρεκάλει προσμένειν: ἐπεὶ δὲ ἔγνω καταγινωσκόμενος ὑπ’ αὐτῶν, ὀργῆς ὑποπίμπλαται, καὶ πᾶν αὐτοῖς κακὸν ἠπείλει ποιεῖν. Τῶν δὲ μικρὰ φροντισάντων τῆς ἀπειλῆς καὶ εἰς τὴν ἔρημον χωρησάντων, θερμός τις, ὡς ἔοικεν, ὁ Θεόφιλος ὢν οὐ μικρὰν ἐποιεῖτο τὴν κίνησιν κατ̓ αὐτῶν: ἀλλὰ σκευωρεῖσθαι πάσαις μηχαναῖς τοὺς ἄνδρας ἐσπούδαζεν. Ἐμίσει δὲ εὐθὺς καὶ τὸν αὐτῶν ἀδελφὸν Διόσκορον τὸν τῆς Ἑρμουπόλεως ἐπίσκοπον: ἐλύπει δὲ αὐτὸν ἱκανῶς τὸ προσκεῖσθαι αὐτῷ τοὺς ἀσκητὰς, καὶ περὶ αὐτὸν σέβας ἔχειν πολύ. Ἐγίνωσκέ τε ὡς οὐδενὶ τρόπῳ βλάψει τοὺς ἄνδρας, εἰ μὴ τοὺς μοναχοὺς ἐκπολεμώσει αὐτοῖς: μεθόδῳ οὖν χρῆται τοιαύτῃ. Εὖ ἠπίστατο τοὺς ἄνδρας πολλάκις ἅμα αὐτῷ περὶ Θεοῦ λόγους κεκινηκότας, ὡς εἴη ὁ Θεὸς ἀσώματος, καὶ οὐδαμῶς ἀνθρωπόμορφος: ἀκολουθεῖ γὰρ ἐξανάγκης τῷ ἀνθρωπομόρφῳ τὸ ἀνθρωποπαθές: καὶ τοῦτο γεγύμνασται παρά τε τῶν παλαιοτέρων,καὶ μάλιστα παρὰ Ὠριγένους. Οὕτως ἔχων καὶ φρονῶν περὶ Θεοῦ ὁ Θεόφιλος, διὰ τὸ ἀμύνασθαι τοὺς ἐχθροὺς ἀντιστρέφων τὰ καλῶς αὐτοῖς δεδογμένα οὐκ ὤκνησεν: ἀλλὰ συναρπάζει τοὺς πλείστους τῶν μοναχῶν, ἀνθρώπους ἀκεραίους μὲν, ἰδιώτας δὲ τῷ λόγῳ, τοὺς πολλούς δὲ ἀγραμμάτους ὄντας. Καὶ διαπέμπεται τοῖς ἐν τῇ ἐρήμῳ ἀσκητηρίοις, μὴ δεῖν πείθεσθαι Διοσκόρῳ μήτε τοῖς ἀδελφοῖς αὐτοῦ, λέγουσιν ἀσώματον τὸν Θεόν. Ὁ γὰρ Θεὸς, φησὶν, κατὰ τὴν θείαν γραφὴν καὶ ὀφθαλμοὺς ἔχει, καὶ ὦτα, καὶ χεῖρας, καὶ πόδας, καθὰ καὶ οἱ ἄνθρωποι: οἱ δὲ περὶ Διόσκορον Ὠριγένει ἀκολουθοῦντες βλάσφημον δόγμα εἰσάγουσιν, ὡς ἄρα ὁ Θεὸς οὔτε ὀφθαλμοὺς, οὔτε ὦτα, οὔτε πόδας, οὔτε χεῖρας ἔχει. Τούτῳ τῷ σοφίσματι συναρπάζει τοὺς πλείστους τῶν μοναχῶν: καὶ γίνεται διάπυρος στάσις ἐν αὐτοῖς. Ὅσοι μὲν οὖν γεγυμνασμένον εἶχον τὸν νοῦν οὐ συνηρπάγησαν ὑπὸ τοῦ σοφίσματος: ἀλλὰ καὶ τοῖς περὶ Διόσκορον καὶ Ὠριγένην ἐπείθοντο. Οἱ δὲ ἁπλούστεροι, πλείους τε ὄντες καὶ ζῆλον ἔχοντες θερμὸν, κατὰ τῶν ἀδελφῶν εὐθέως ἐχώρουν. Ἦν οὖν διαίρεσις ἐν αὐτοῖς, καὶ ἀλλήλους ὡς ἀσεβοῦντας διέσυρον: καὶ οἱ μὲν Θεοφίλῳ προσέχοντες Ὠριγενιαστὰς καὶ ἀσεβεῖς ἐκάλουν τοὺς ἀδελφούς: οἱ δὲ ἕτεροι Ἀνθρωπομορφιανοὺς τοὺς ὑπὸ Θεοφίλου ἀναπεισθέντας ὠνόμαζον. Ἐκ τούτου παρατριβὴ γίνεται οὐ μικρὰ, καὶ ἦν μεταξὺ τῶν μοναχῶν πόλεμος ἄσπονδος. Θεόφιλος δὲ ὡς ἔγνω προβάντα τὸν σκοπὸν ἅμα πλήθει καταλαβὼν τὴν Νιτρίαν, ἔνθα εἰσὶ τὰ ἀσκητήρια, ἐξοπλίζει τοὺς μοναχοὺς κατά τε Διοσκόρου καὶ τῶν αὐτοῦ ἀδελφῶν: οἱ δὲ κινδυνεύσαντες ἀπολέσθαι μόλις διέφυγον. Ταῦτα κατὰ τὴν Αἴγυπτον γινόμενα ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης τέως ἠγνόει: ταῖς διδασκαλίαις τε ἤνθει, καὶ διαβόητος ἐπὶ ταύταις ἦν. Ηὔξησε δὲ πρῶτος καὶ τὰς περὶ τοὺς νυκτερινοὺς ὕμνους εὐχὰς ἐξ αἰτίας τοιάσδε.