Ancient Greek · ~10 min
Book 6
Socrates, Scholasticus, Historia Ecclesiastica 6.8
Not analysed yet
Περὶ τῶν συνάξεων τῶν νυκτερινῶν ὕμνων τῶν Ἀρειανῶν, καὶ τῶν τὸ Ὁμοούσιον πρεσβευόντων, καὶ περὶ τῆς γενομένης ἐν αὐτοῖς συμβολῆς: καὶ ὅτι ἡ τῶν ἀντιφώνων ὑμνῳδίᾳ ἀπὸ Ἰγνατίου τοῦ Θεοφόρου τὴν ἀρχὴν ἔσχεν. Οἱ Ἀρειανίζοντες, ὥσπερ ἔφημεν, ἔξω τῆς πόλεως τὰς συναγωγὰς ἐποιοῦντο. Ἡνίκα οὖν ἑκάστης ἑβδομάδος ἑορταὶ κατελάμβανον, φημὶ δὴ τό τε σάββατον καὶ ἡ Κυριακὴ, ἐν αἷς αἱ συνάξεις κατὰ τὰς ἐκκλησίας εἰώθασι γίνεσθαι, αὐτοὶ ἐντὸς τῶν τῆς πόλεως πυλῶν περὶ τὰς στοὰς ἀθροιζόμενοι, καὶ ᾠδὰς ἀντιφώνους πρὸς τὴν Ἀρειανὴν δόξαν συντιθέντες ᾖδον: καὶ τοῦτο ἐποίουν κατὰ τὸ πλεῖστον μέρος τῆς νυκτός. Ὑπὸ δὲ ὄρθρον τὰ τοιαῦτα ἀντίφωνα λέγοντες διὰ μέσης τῆς πόλεως ἐξῄεσαν τῶν πυλῶν, καὶ τοὺς τόπους ἔνθα συνῆγον κατελάμβανον. Ἐπειδὴ δὲ ἐρεθισμοὺς κατὰ τῶν τὸ ὁμοούσιον φρονούντων λέγοντες οὐκ ἐπαύοντο,—πολλάκις γὰρ καὶ τοιαύτην ᾠδὴν ἔλεγον, Ποῦ εἰσὶν οἱ λέγοντες τὰ τρία μίαν δύναμιν; τότε δὴ καὶ Ἰωάννης εὐλαβηθεὶς, μή τις τῶν ἁπλουστέρων ὑπὸ τῶν τοιούτων ᾠδῶν ἀφελκυσθῇ τῆς ἐκκλησίας, ἀντιτίθησιν αὐτοῖς τοὺς τοῦ ἰδίου λαοῦ, ὅπως ἂν καὶ αὐτοὶ ταῖς νυκτεριναῖς ὑμνολογίαις σχολάζοντες ἀμαυρώσωσι μὲν τὴν ἐκείνων περὶ τούτου σπουδὴν, βεβαίους δὲ τοὺς οἰκείους πρὸς τὴν ἑαυτῶν πίστιν ἐργάσωνται. Ἀλλ̓ ὁ μὲν σκοπὸς Ἰωάννου ἐδόκει εἶναι χρηστός: σὺν ταραχῇ δὲ καὶ κινδύνοις τὸ τέλος ἐδέξατο. Ὡς γὰρ λαμπρότεροι οἱ τοῦ ὁμοουσίου ὕμνοι ἐν ταῖς νυκτεριναῖς ὑμνολογίαις ἐδείκνυντο,—ἐπινενόηντο γὰρ παῤ αὐτοῦ σταυροὶ ἀργυροῖ φέροντες φῶτα ἐκ τῶν κηρίνων λαμπάδων, τῆς βασιλίδος Εὐδοξίας παρεχούσης τὴν εἰς αὐτὰ δαπάνην,—πλῆθος ὄντες οἱ Ἀρειανίζοντες καὶ ζηλοτυπίᾳ ληφθέντες ἀμύνεσθαί τε καὶ συμπληγάδας ἐπεχείρουν ποιεῖν. Ἔτι γὰρ ἐκ τῆς παραλαβούσης δυναστείας ἔνθερμοί τε πρὸς μάχην ἦσαν, καὶ κατεφρόνουν αὐτῶν. Μὴ μελλήσαντες οὖν ἐν μιᾷ τῶν νυκτῶν συγκρούουσι: καὶ βάλλεται μὲν λίθῳ κατὰ μετώπου Βρίσων ὁ τῆς βασιλίδος εὐνοῦχος, συγκροτῶν τότε τοὺς ὑμνῳδούς: ἀπόλλυνται δὲ καί τινες τοῦ λαοῦ ἐξ ἀμφοτέρων τῶν μερῶν. Ἐφ̓ οἷς κινηθεὶς ὁ βασιλεὺς διεκώλυσε τοὺς Ἀρειανοὺς τὰς ὑμνολογίας ἐν τῷ δημοσίῳ ποιεῖν: καὶ τὰ μὲν λεγόμενα τοιαῦτα ἦν. Λεκτέον δὲ καὶ ὅθεν τὴν ἀρχὴν ἔλαβεν ἡ κατὰ τοὺς ἀντιφώνους ὕμνους ἐν τῇ ἐκκλησίᾳ συνήθεια. Ἰγνάτιος ὁ Ἀντιοχείας τῆς Συρίας, τρίτος ἀπὸ τοῦ ἀποστόλου Πέτρου ἐπίσκοπος, ὃς καὶ τοῖς ἀποστόλοις αὐτοῖς συνδιέτριψεν, ὀπτασίαν εἶδεν ἀγγέων διὰ τῶν ἀντιφώνων ὕμνων τὴν ἁγίαν Τριάδα ὑμνούντων, καὶ τὸν τρόπον τοῦ ὁράματος τῇ ἐν Ἀντιοχείᾳ ἐκκλησίᾳ παρέδωκεν. Ὅθεν καὶ ἐν πάσαις ταῖς ἐκκλησίαις αὕτη ἡ παράδοσις διεδόθη: οὗτος μὲν οὖν ὁ περὶ τῶν ἀντιφώνων ὕμνων λόγος ἐστίν.