Ancient Greek · ~4 min
Book 7
Socrates, Scholasticus, Historia Ecclesiastica 7.45
Not analysed yet
Ὡς ὁ ἐπίσκοπος Πρόκλος πέπεικε τὸν βασιλέα τὸ σῶμα Ἰωάννου μετακομίσαι εἰς Κωνσταντινούπολιν ἀπὸ τῆς ἐξορίας, καὶ ἐν τῇ τῶν ἀποστόλων ἐκκλησίᾳ καταθέσθαι. Οὐκ εἰς μακρὰν δὲ μετὰ τόνδε τὸν χρόνον καὶ ὁ ἐπίσκοπος Πρόκλος τοὺς χωριζομένους διὰ τὴν τοῦ ἐπισκόπου Ἰωάννου καθαίρεσιν ἐπανήγαγε, φρονήσει παραμυθησάμενος τὴν λύπην αὐτῶν: τί δὲ τοῦτο ἦν λεκτέον. Τὸ σῶμα Ἰωάννου ἐν Κομάνοις τεθαμμένον, βασιλέα πείσας, τριακοστῷ πέμπτῳ ἔτει μετὰ τὴν καθαίρεσιν, εἰς τὴν Κωνσταντινούπολιν μετεκόμισε. Καὶ μετὰ πολλῆς τιμῆς δημοσίᾳ πομπεύσας αὐτὸ εἰς τὴν ἐπώνυμον τῶν Ἀποστόλων ἐκκλησίαν ἀπέθετο. Πεισθέντες οὖν ἐπὶ τούτῳ οἱ δἰ αὐτὸν χωριζόμενοι τῇ ἐκκλησίᾳ ἡνώθησαν: καὶ γέγονεν τῇ ἑξκαιδεκάτῃ ὑπατείᾳ τοῦ βασιλέως Θεοδοσίου, περὶ τὴν ἑβδόμην καὶ εἰκάδα τοῦ Ἰαννουαρίου μηνός. Θαυμάσαι δέ μοι ἔπεισι, πῶς ὁ φθόνος Ὠριγένους μὲν τελευτήσαντος ἥψατο, Ἰωάννου δὲ ἐφείσατο. Ὁ μὲν γὰρ μετὰ διακόσια ἔτη που τῆς ἑαυτοῦ τελευτῆς ὑπὸ Θεοφίλου ἀκοινώνητος γέγονεν: Ἰωάννης δὲ τριακοστῷ πέμπτῳ ἔτει μετὰ τὴν τελευτὴν εἰς κοινωνίαν ὑπὸ Πρόκλου ἐδέχθη. Τοσοῦτον Πρόκλος Θεοφίλου τῷ τρόπῳ διήνεγκεν: ἀλλὰ ταῦτα μὲν ὅπως γέγονέ τε καὶ ἀεὶ γίνεται, τοὺς σωφρονοῦντας οὐ διαφεύγει.