Ancient Greek
ιδ′. Αἰσχίνης Ξενοφῶντι.
Socraticorum Epistulae, Epistulae 1-7
Not analysed yet
Ἤδη μὲν οἱ περὶ Γρύλλον τὸν παῖδά σου τὸν Γέταν παρὰ σὲ ἐπεπόμφεσαν ἅπαντα ἀπαγγελοῦντα τὰ περὶ Σωκράτην, ἃ ἐγένετο ἔν τε τῇ δίκῃ καὶ τῷ θανάτῳ αὐτοῦ. ἔδει μέντοι καὶ ὧδε τὴν τύχην κωλύμην τινὰ ποιήσασθαι, ὥστε μηδὲ σὲ τυχεῖν Ἀθήνησιν, εἶναι δὲ περὶ Λακεδαίμονα. πῶς ἂν οὖν, ὦ Ξενοφῶν, τὴν μιαρίαν τοῦ βυρσοδέψου Ἀνύτου γράφοιμι, τήν τε Μελήτου τόλμαν καὶ τὸ θράσος αὐτοῖν; τούτω γὰρ τὼ μιαρωτάτω ἄνδρε μέχρι τῆς τελευτῆς τῶν πραγμάτων παρεμεινάτην πονηρώ, καὶ ἡμῶν οἰομένων αὐτοὺς τὰς τέχνας αὐτοῖν αἰσχυνθέντας καταθέσθαι ἔτι μᾶλλον ἐχώρησαν τοῦ κακὰ ἡμῖν παρέχειν.