Ancient Greek
ιδ′. Αἰσχίνης Ξενοφῶντι.
Socraticorum Epistulae, Epistulae 2-3
Not analysed yet
(2) καὶ εἴπερ Μέλητος ἐν τῷ δικαστηρίῳ οὐδὲν ἴδιον εἶχε **,κακοδαίμων ἦν ἄνθρωπος. ἦν μὲν γὰρ ἡ ῥίζα τῆς γραφῆς Ἄνυτος δι’ ὧν Σωκράτης ἔλεγεν αὐτὸς ἐν τοῖς νέοις ἄρρητα εἶναι τὰ περὶ βύρσας, ὁπότε διαλέγοιτο καὶ κατασκευάζοι περὶ τοῦ ἐπιστήμην ἔχοντας προσιέναι τούτοις τοῖς πράγμασιν οἷς προσίασιν. οὕτως οἱ ἐπαγγελλόμενοι ὁτιοῦν πράττειν **ἀκούομεν τὸν μαθόντα τὰ ἰατρικὰ καὶ τὰ μουσικὰ Δάμωνά τε καὶ Κόννον τὸν Μητροβίου. οὐ γὰρ ᾐδεῖτο, οἶμαι, ὡς μὴ ἐργασάμενος αὐτά, ὁπόταν οἱ υἱεῖς αὐτοῦ ἀκροασάμενοι Σωκράτους **ἄχρι νῦν οὔτε τὸ βῆμα αὐτὸν τρέφειν **οὐ κατατετόλμηται **καὶ δὴ ἐξηρτήσατο ἑαυτοῦ ἄλλην τέχνην **κἂν πολλάκις περικρύπτηται περιθέμενος τὴν ᾍδου κυνῆν ἢ τὸν Γύγου δακτύλιον καὶ δίκας γράφηται τοῖς ἐν τῇ πόλει· ζῆ γὰρ ἀπὸ βυρσοδεψικῆς.