Ancient Greek
κγ′. Αἰσχίνης Φαίδωνι.
Socraticorum Epistulae, Epistulae 2-9
Not analysed yet
(2) καγὼ ὑπολαβὼν ἔφην ὦ Διονύσιε, ἑταιρικόν τι καὶ θαυμαστὸν ποιεῖ Ἀρίστιππος οὗτος συλλαμβάνων μοι· ἡμῖν δὲ οὐ τοσαυτη ἐστὶ σοφία, ἀλλ’ ὁπόση μὴ ἀδικῆσαί τινα ἐν τῇ συνουσίᾳ. ἀγάμενος δέ με τοῦ εἰρημένου ἔφη ὁ Διονύσιος καὶ Ἀρίστιππον ἐπαινεῖν [τῶν εἰρημένων] καὶ ἐμὲ εὖ ποιήσειν ἅτινα ὡμολόγησεν ἐν τῷ πρὸς Ἀρίστιππον λόγῳ. οὗτος οὖν ἤκουσεν ἡμῶν τοῦ Ἀλκιβιάδου καὶ ἡσθείς, ὡς ἐφαίνετο, παρεκάλει καὶ εἴ τινες ἄλλοι εἰσὶν ἡμῖν τῶν διαλόγων ἀναπέμψαι. ὑπισχνούμεθα οὖν ταῦτα ἡμεῖς, ὦ ἄνδρε φίλω τε καὶ ἑταίρω, ἀφιξόμεθά τε διὰ ταχέων. ἀναγινώσκοντος δέ μου παρῆν Πλάτων (ὀλίγου δεῖν ἔλαθον γράψαι ὑμῖν ),καὶ ἐδόκει αὐτῷ ἰδίᾳ περὶ ἐμοῦ διαλέγεσθαι διὰ τὸν Ἀρίστιππον.