Ancient Greek
κγ′. Αἰσχίνης Φαίδωνι.
Socraticorum Epistulae, Epistulae 3-6
Not analysed yet
(3) ἔφη γάρ μοι, ὡς τοῦ Διονυσίου ἀπηλλάγη, ὦ Αἰσχίνη, τούτου παρόντος τοῦ ἀνθρώπου (ἔλεγε τὸν Ἀρίστιππον) οὐδὲν οὐδαμῆ ἔγωγε ῥᾳδίως ἐθέλω λαλεῖν, Διονύσιος μέντοι μαρτυρήσει μοι ἅτινα ἐγὼ εἶπον περὶ σοῦ. καὶ ὁ Διονύσιος τῇ ὑστεραίᾳ ἐν τῷ κήπῳ πόλλ’ ἄττα ἐμαρτύρει τῷ Πλάτωνι ὡς εἰρηκότι περὶ ἐμοῦ. τῆς μέντοι παιδιᾶς τῆς πρὸς ἀλλήλους (παιδιὰν γὰρ αὐτὸ χρὴ λέγειν )παρεκάλουν αὐτοὺς παύσασθαι, τόν τε Ἀρίστιππον καὶ τὸν Πλάτωνα, διὰ τὴν πρὸς τοὺς πολλοὺς δόξαν· οὐ γὰρ καταγελαστότερον ἔτι ἔχοιμεν ἂν ἄλλ’ ἄττα πράττοντες ἢ τοιαῦτα ἐπιδεικνύμενοι.