Ancient Greek
175.1
Sopater Rhetor, Hypomnema Eis Ten Hermogenous Technen 175.1
Unproofread scanNot analysed yet
ΕΡΜΟΓΕΝΟΥΣ ΤΕΧΝΗΝ χαι ως μίαν αυτὴν στέργειν, καὶ ως διαφόρους τὸ ὄνομα καὶ τὴν διαφορὰν τάττει ἑκάστης. Ἐξήτῃται δέ, τίνος χάρων ἐφεξῆς τῆς ἀντιλήψεως αὐτὰς ἐταξεν· λέγομεν, ὅτι τῆς δικαιολογίας εἰς πέντε διηρημένης, εἰς τε ἀντι- 5 ληψιν καὶ τὰς τέσσαρας ἀντιθετικάς, ἀπαξ διαλαβὼν περὶ τῆς ἀντιλήψεως ἀνάγκην ἔσχε ἀληθῶσαι τὴν δικαιολογίαν, καὶ τὰς ἀντιθετικὰς ἐπαγαγεῖν, ἐν δὲ τῷ περὶ τῆς πραγματικῆς λόγῳ ἐροῦμεν, διότι τῆς δικαιολογίας ἡ πραγματικὴ οὐ προτέτακται· ἡ προβολὴ πανταχοῦ τὴν αὐτὴν ἔχει φύσιν, καθὼς ἐν ὅρῳ προειρή- 10 καμεν.