Ancient Greek
175.3
Sopater Rhetor, Hypomnema Eis Ten Hermogenous Technen 175.3
Unproofread scanNot analysed yet
'Ὅρῳ ἐστιν ὅτε· τότε ἐμπίπτει ὁ ὅρος, ὅταν τὸ ὄνομα τῆς γραφῆς μὴ ἀκόλουθον ἢ τῷ ἐγκλήματι· ἐὰν δὲ ἀκόλουθον ἢ, οὐχ ἐμπεσεῖται· καὶ ὅταν διάφορα πράγματα ὑπὸ τὸ αὐτὸ ἀνάγῃται 2 ὄνομα· ἐπὶ μὲν γὰρ τοῦ 15 στρατηγοῦ τοῦ καθελοῦντος τὰ τεῖχη καὶ κρινομένου δημοσίων ἀδικημάτων, ἐμπεσεῖται, οὐ γὰρ μόνον τὸ τεῖχος ἀνελεῖν ἐστιν δημόσιον ἀδίκημα, ἀλλὰ καὶ τὸ ναῦς προδούναι, καὶ πόλιν ἀπολέσαι συμμαχίδα, τὸ ἠττηθῆναι ἐν στρατοπέδῳ καὶ πολλὰ ἕτερα, οὐχ ἐστιν οὖν ἀκό- 20 λουθον τὸ ὄνομα τῷ ἐγκλήματι· ἐπὶ δὲ τοῦ ἀριστεῶς τοῦ τὸν υἱὸν πορνεύοντα ἀποσφάξαντος καὶ κρινομένου φόνου οὐχ ἐμπεσεῖται, οὐ γὰρ οἷόν τε ἐστιν εἰπεῖν ,,οὐ τοῦτο φόνος“· μὴ ἐμπεσόντος δὲ τοῦ ὅρου καὶ τὰ ἀκόλουθα τῷ ὅρῳ, καθὼς ὁ τεχνικὸς ἔφησιν, ἐμπεσεῖται. 25 Ἔστι δὲ κατὰ Μινουκιανὸν ἀνθορισμὸς καὶ συλλογισμός· μέχρι γὰρ τούτου, ὅταν τάττῃσιν 3 ὅρον, ἵσταται τούτῳ τῷ λόγῳ, ὅτι τὸν ἀπαξ συλλογισάμενον καὶ εἰς ταὐτὸν ἐνεργόντα τὴν τε τοῦ φεύγοντος πρότασιν καὶ τὴν ἑαυτοῦ περιττὸν ἕτερον τιθέναι· ὁ δὲ Ἑρμογένης ὅταν εἴπῃ 30 ,,καὶ τοῖς ἐπομένοις“ βούλεται καὶ τὴν πηλικότητα τίθεσθαι, καθὼς ἐν ἀντιλήψει εἴρηκαμεν.