Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2, lines 2.153-2.203
Sophocles, Ichneutae 2.153-203
Not analysed yet
τοιοῦ[δ]ε πατρός, ὦ κάκιστα θηρίων,
οὗ πόλλʼ ἐφʼ ἥβης μνήματʼ ἀνδρείας ὕπο
κ[ε]ῖται παρʼ οἴκοις νυμφικοῖς ἠσκημένα,
οὐκ εἰς φυγὴν κλίνοντος, οὐ δουλ[ο]υμένου,
οὐδὲ ψόφοισι τῶν ὀρειτρόφων βοτῶν
[π]τήσσοντος, ἀλλʼ α[κ]μαῖσιν ἐξει[ρ]γασμένου
[ἃ] νῦν ὑφʼ ὑμῶν λάμ[πρʼ ὑ]πορρυπαίνεται
[ψ]όφῳ νεώρει κόλακ[ι] ποιμένων π[ο]θέν,
[ὃν] δὴ φοβεῖσθε παῖδες ὣς πρὶν εἰσιδεῖν,
πλοῦτον δὲ χ[ρ]υσόφαντον ἐξαφίετε,
ὃν Φοῖβος ὑμῖν εἶπε κ[ἀ]νεδέξατο,
καὶ τὴν ἐλευθέρωσιν ἣν κατῄνεσεν
ὑμῖν τε κἀμοί· ταῦτʼ ἀφέντες εὕδετε.
εἰ μὴ ʼνανοστήσαντες ἐξιχνεύσε[τε
τὰς βοῦς ὅπῃ βεβᾶσι καὶ τὸν βουκόλο[ν,
κλαίοντες αὐτῇ δειλίᾳ ψοφή[ς]ετε.
πάτερ, παρὼν αὐτός με συμποδηγέτε[ι,
ἵνʼ εὖ κατείδῃς εἴ τίς ἐστι δειλία·
γνώση[ι] γὰρ αὐτός, ἂν παρῇς, οὐδὲν λέγω[ν.
ἐγὼ πα[ρ]ὼν αὐτός σε προσβιβῶ λόγῳ,
κυνορτικὸν σύριγμα διακαλούμεν[ος.
ἀλλʼ εἷʼ [ἐ]φίστω τριζύγης οἵμου βάσιν·
ἐγὼ δʼ ἐν [ἔ]ργοις παρμένων σʼ ἀπευθυνῶ.
ὗ ὗ ὗ, ψ ψ, ἆ ἆ. λέγʼ ὅ τι πονεῖς.
τί μάτην ὑπέκλαγες, ὑπέκριγες
ὑπό μʼ ἴδες; ἔχεται
ἐν πρώτῳ τίς ὅδε τροπ[ῳ;
ἔχει. ἐλήλυθεν, ἐλήλ[υθεν.
ἐμὸς εἶ, ἀνάγου.
δεῦτʼ ὤ, τίς ὅδε []της
ὁ δράκις, ὁ γράπις, []
[Ο]ὐρίας Οὐρίας, αδ[]κεις
παρέβης· μεθυ[ ]
ὅ τι ποτε φερε[]ι[]ν
ἔποχον ἔχει τι[ ]
στίβος ὁδενες[ ]
στράτιος, στράτ[ιος ]υ[]
δεῦρʼ ἕπου· τ[]δρ[]
ἔνι β[ο]ῦς ἔνι πονο[
μὴ μεθῇ κρ[ο]κι [
σὺ τί καλ[ὸ]ν ἐπιδ[
ὅδε γʼ ἀγαθὸς ὁ τρε[
κατὰ νόμον ἕπετα[ι
ἐφέπου, ἐφέπου μ[
ὀπποποῖ· ἆ μιαρέ, γε[
ἦ τάχʼ ὁπόταν ἀπίη[ις
ἀπελεύθερος ὢν ολ [
ἀλλὰ μὴ παραπλακ[
ἔπ[ι]θʼ [ἔ]πεχʼ εἴσιθʼ ἴθι[
τ[ὸ] δὲ πλάγιον ἔχομ[εν
πάτερ, τί σιγᾷς; μῶν ἀληθ[ὲς εἴπομεν;