Ancient Greek · ~6 min
Edition urn:cts:greekLit:tlg0011.tlg008.perseus-grc2, lines 2.243-2.282
Sophocles, Ichneutae 2.243-282
Not analysed yet
νύμφη βαθύζωνε π[αῦσαι χόλου ]
τοῦδʼ, οὔτε γὰρ νεῖκος ἥ[κει σέ τοι
δᾴ[ο]υ μάχας οὐδʼ ἀξενό[ς που σέθεν
γλ[ῶ]σσαν μάταιός τ[ʼ ἀφʼ ἡμῶν θίγοι.
μή με μὴ προψαλ[άξῃς κακοῖς,
ἀλλʼ [εὐ]πετῶς μοι πρ[όφανον τὸ πρᾶγ-
μʼ, ἐν [τ]όποις τοῖς[δε τίς νέρθε γᾶς ὧδʼ ἀγα-
στῶς ἐγάρυσε θέσπιν αὐδά[ν.
ταῦτʼ ἔστʼ ἐκείνων νῦν [τρόπων πεπαίτερα,
καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν
ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων
νύμφης· ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστʼ ἔριν
ὀρθοψάλακτον εν [λ]όγο[ις]ιν [ἱστάναι.
ἀλλʼ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι
ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.
τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,
ὅτου μὲν οὕνεκʼ ἦλθ[ο]ν, ὕστερον φράσω·
τὸ φθέγμα δʼ ἡμῖν τοῦ[θʼ] ὅπερ φωνεῖ φράσον
καὶ τίς ποτʼ αὐτῷ δι[α]χαράσσεται βροτῶν.
ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδʼ εἰδέναι σαφῶς
ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,
αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται·
καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,
Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.
Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος
[]εύσατο·
[]υ []φιλας
[]λήθῃ τῆς βαθυζώνου θεᾶς
[κατὰ σπέ]ος δὲ παῖδʼ ἐφίτυσεν μόνον·
[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω·
[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται·
[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα
[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν
[ἐξευθ]ετίζω νύκτα καὶ καθʼ ἡμέραν.
[ὁ δʼ α]ὔξεται κατʼ ἦμαρ οὐκ ἐπεικότα
[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μʼ ἔχει.
[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς
[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,
[κἀξορ]μενίζει κοὐκέτι σχολάζεται
[βλάστη·] τοιόνδε παῖδα θησαυρὸς στέγει.