Ancient Greek · ~7 min
Episode 3, lines 3.251-3.297
Sophocles, Ἠλέκτρα 3.251-297
Not analysed yet
ἐγὼ μέν, ὦ παῖ, καὶ τὸ σὸν σπεύδουσʼ ἅμα
καὶ τοὐμὸν αὐτῆς ἦλθον· εἰ δὲ μὴ καλῶς
λέγω, σὺ νίκα· σοὶ γὰρ ἑψόμεσθʼ ἅμα.
αἰσχύνομαι μέν, ὦ γυναῖκες, εἰ δοκῶ
πολλοῖσι θρήνοις δυσφορεῖν ὑμῖν ἄγαν.
ἀλλʼ ἡ βία γὰρ ταῦτʼ ἀναγκάζει με δρᾶν,
σύγγνωτε· πῶς γὰρ ἥτις εὐγενὴς γυνή,
πατρῷʼ ὁρῶσα πήματʼ, οὐ δρῴη τάδʼ ἄν;
ἁγὼ κατʼ ἦμαρ καὶ κατʼ εὐφρόνην ἀεὶ
θάλλοντα μᾶλλον ἢ καταφθίνονθʼ ὁρῶ·
ᾗ πρῶτα μὲν τὰ μητρός, ἥ μʼ ἐγείνατο,
ἔχθιστα συμβέβηκεν· εἶτα δώμασιν
ἐν τοῖς ἐμαυτῆς τοῖς φονεῦσι τοῦ πατρὸς
ξύνειμι, κἀκ τῶνδʼ ἄρχομαι κἀκ τῶνδέ μοι
λαβεῖν θʼ ὁμοίως καὶ τὸ τητᾶσθαι πέλει.
ἔπειτα ποίας ἡμέρας δοκεῖς μʼ ἄγειν,
ὅταν θρόνοις Αἴγισθον ἐνθακοῦντʼ ἴδω
τοῖσιν πατρῴοις, εἰσίδω δʼ ἐσθήματα
φοροῦντʼ ἐκείνῳ ταὐτὰ καὶ παρεστίους
σπένδοντα λοιβὰς ἔνθʼ ἐκεῖνον ὤλεσεν,
ἴδω δὲ τούτων τὴν τελευταίαν ὕβριν,
τὸν αὐτοέντην ἡμὶν ἐν κοίτῃ πατρὸς
ξὺν τῇ ταλαίνῃ μητρί, μητέρʼ εἰ χρεὼν
ταύτην προσαυδᾶν τῷδε συγκοιμωμένην·
ἡ δʼ ὧδε τλήμων ὥστε τῷ μιάστορι
ξύνεστʼ, ἐρινὺν οὔτινʼ ἐκφοβουμένη·
ἀλλʼ ὥσπερ ἐγγελῶσα τοῖς ποιουμένοις,
εὑροῦσʼ ἐκείνην ἡμέραν, ἐν ᾗ τότε
πατέρα τὸν ἀμὸν ἐκ δόλου κατέκτανεν,
ταύτῃ χοροὺς ἵστησι καὶ μηλοσφαγεῖ
θεοῖσιν ἔμμηνʼ ἱερὰ τοῖς σωτηρίοις.
ἐγὼ δʼ ὁρῶσʼ ἡ δύσμορος κατὰ στέγας
κλαίω, τέτηκα, κἀπικωκύω πατρὸς
τὴν δυστάλαιναν δαῖτʼ ἐπωνομασμένην
αὐτὴ πρὸς αὑτήν. οὐδὲ γὰρ κλαῦσαι πάρα
τοσόνδʼ ὅσον μοι θυμὸς ἡδονὴν φέρει.
αὕτη γὰρ ἡ λόγοισι γενναία γυνὴ
φωνοῦσα τοιάδʼ ἐξονειδίζει κακά·
ὦ δύσθεον μίσημα, σοὶ μόνῃ πατὴρ
τέθνηκεν; ἄλλος δʼ οὔτις ἐν πένθει βροτῶν;
κακῶς ὄλοιο, μηδέ σʼ ἐκ γόων ποτὲ
τῶν νῦν ἀπαλλάξειαν οἱ κάτω θεοί.
τάδʼ ἐξυβρίζει· πλὴν ὅταν κλύῃ τινὸς
ἥξοντʼ Ὀρέστην· τηνικαῦτα δʼ ἐμμανὴς
βοᾷ παραστᾶσʼ· οὐ σύ μοι τῶνδʼ αἰτία;
οὐ σὸν τόδʼ ἐστὶ τοὔργον, ἥτις ἐκ χερῶν
κλέψασʼ Ὀρέστην τῶν ἐμῶν ὑπεξέθου;