Ancient Greek · ~7 min
Episode 7, lines 7.958-7.1004
Sophocles, Ἠλέκτρα 7.958-1004
Not analysed yet
ποῖ γὰρ μενεῖς ῥᾴθυμος, εἰς τίνʼ ἐλπίδων
βλέψασʼ ἔτʼ ὀρθήν; ᾗ πάρεστι μὲν στένειν
πλούτου πατρῴου κτῆσιν ἐστερημένῃ,
πάρεστι δʼ ἀλγεῖν ἐς τοσόνδε τοῦ χρόνου
ἄλεκτρα γηράσκουσαν ἀνυμέναιά τε.
καὶ τῶνδε μέντοι μηκέτʼ ἐλπίσῃς ὅπως
τεύξει ποτʼ· οὐ γὰρ ὧδʼ ἄβουλός ἐστʼ ἀνὴρ
Αἴγισθος ὥστε σόν ποτʼ ἢ κἀμὸν γένος
βλαστεῖν ἐᾶσαι, πημονὴν αὑτῷ σαφῆ.
ἀλλʼ ἢν ἐπίσπῃ τοῖς ἐμοῖς βουλεύμασιν,
πρῶτον μὲν εὐσέβειαν ἐκ πατρὸς κάτω
θανόντος οἴσει τοῦ κασιγνήτου θʼ ἅμα·
ἔπειτα δʼ, ὥσπερ ἐξέφυς, ἐλευθέρα
καλεῖ τὸ λοιπὸν καὶ γάμων ἐπαξίων
τεύξει· φιλεῖ γὰρ πρὸς τὰ χρηστὰ πᾶς ὁρᾶν.
λόγων γε μὴν εὔκλειαν οὐχ ὁρᾷς ὅσην
σαυτῇ τε κἀμοὶ προσβαλεῖς πεισθεῖσʼ ἐμοί;
τίς γάρ ποτʼ ἀστῶν ἢ ξένων ἡμᾶς ἰδὼν
τοιοῖσδʼ ἐπαίνοις οὐχὶ δεξιώσεται·
ἴδεσθε τώδε τὼ κασιγνήτω, φίλοι,
ὣ τὸν πατρῷον οἶκον ἐξεσωσάτην,
ὣ τοῖσιν ἐχθροῖς εὖ βεβηκόσιν ποτὲ
ψυχῆς ἀφειδήσαντε προὐστήτην φόνου·
τούτω φιλεῖν χρή, τώδε χρὴ πάντας σέβειν,
τώδʼ ἔν θʼ ἑορταῖς ἔν τε πανδήμῳ πόλει
τιμᾶν ἅπαντας οὕνεκʼ ἀνδρείας χρεών.
τοιαῦτά τοι νὼ πᾶς τις ἐξερεῖ βροτῶν,
ζώσαιν θανούσαιν θʼ ὥστε μὴ ʼκλιπεῖν κλέος.
ἀλλʼ, ὦ φίλη, πείσθητι, συμπόνει πατρί,
σύγκαμνʼ ἀδελφῷ, παῦσον ἐκ κακῶν ἐμέ,
παῦσον δὲ σαυτήν, τοῦτο γιγνώσκουσʼ ὅτι
ζῆν αἰσχρὸν αἰσχρῶς τοῖς καλῶς πεφυκόσιν.
ἐν τοῖς τοιούτοις ἐστὶν ἡ προμηθία
καὶ τῷ λέγοντι καὶ κλύοντι σύμμαχος.
καὶ πρίν γε φωνεῖν, ὦ γυναῖκες, εἰ φρενῶν
ἐτύγχανʼ αὕτη μὴ κακῶν, ἐσῴζετʼ ἂν
τὴν εὐλάβειαν, ὥσπερ οὐχὶ σῴζεται.
ποῖ γάρ ποτʼ ἐμβλέψασα τοιοῦτον θράσος
αὐτή θʼ ὁπλίζει κἄμʼ ὑπηρετεῖν καλεῖς;
οὐκ εἰσορᾷς; γυνὴ μὲν οὐδʼ ἀνὴρ ἔφυς,
σθένεις δʼ ἔλασσον τῶν ἐναντίων χερί.
δαίμων δὲ τοῖς μὲν εὐτυχεῖ καθʼ ἡμέραν,
ἡμῖν δʼ ἀπορρεῖ κἀπὶ μηδὲν ἔρχεται.
τίς οὖν τοιοῦτον ἄνδρα βουλεύων ἑλεῖν
ἄλυπος ἄτης ἐξαπαλλαχθήσεται;
ὅρα κακῶς πράσσοντε μὴ μείζω κακὰ
κτησώμεθʼ, εἴ τις τούσδʼ ἀκούσεται λόγους.