Ancient Greek · ~4 min
Episode 12
Sophocles, Τραχίνιαι 12.1
Not analysed yet
οἴμοι ἐγὼ σοῦ,
πάτερ, οἴμοι ἐγὼ σοῦ μέλεος.
τί πάθω; τί δὲ μήσομαι; οἴμοι.
σίγα, τέκνον, μὴ κινήσῃς
ἀγρίαν ὀδύνην πατρὸς ὠμόφρονος·
ζῇ γὰρ προπετής· ἀλλʼ ἴσχε δακὼν στόμα σόν.
πῶς φής, γέρον; ἦ ζῇ;
οὐ μὴ ʼξεγερεῖς τὸν ὕπνῳ κάτοχον
κἀκκινήσεις κἀναστήσεις
φοιτάδα δεινὴν νόσον, ὦ τέκνον.
ἀλλʼ ἐπί μοι μελέῳ
βάρος ἄπλετον· ἐμμέμονεν φρήν.
ὦ Ζεῦ,
ποῖ γᾶς ἥκω; παρὰ τοῖσι βροτῶν
κεῖμαι πεπονημένος ἀλλήκτοις
ὀδύναις; οἴμοι μοι ἐγὼ τλάμων·
ἡ δʼ αὖ μιαρὰ βρύκει. φεῦ.
ἆρʼ ἐξῄδη σʼ ὅσον ἦν κέρδος
σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
τῷδʼ ἀπὸ κρατὸς βλεφάρων θʼ ὕπνον;
οὐ γὰρ ἔχω πῶς ἂν
στέρξαιμι κακὸν τόδε λεύσσων.
ὦ Κηναία κρηπὶς βωμῶν,
ἱερῶν οἵαν οἵων ἐπί μοι
μελέῳ χάριν ἠνύσω· ὦ Ζεῦ.
οἵαν μʼ ἄρʼ ἔθου λώβαν, οἵαν·
ἣν μή ποτʼ ἐγὼ προσιδεῖν ὁ τάλας
ὤφελον ὄσσοις, τόδʼ ἀκήλητον
μανίας ἄνθος καταδερχθῆναι.
τίς γὰρ ἀοιδός, τίς ὁ χειροτέχνης
ἰατορίας, ὃς τήνδʼ ἄτην
χωρὶς Ζηνὸς κατακηλήσει;
θαῦμʼ ἂν πόρρωθεν ἰδοίμην.