Ancient Greek · ~7 min
Choral 4, lines 4.394-4.437
Sophocles, Τραχίνιαι 4.394-437
Not analysed yet
δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, ἐμοῦ.
ὡς ἐκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
ᾄσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους.
ἀλλʼ εἴ τι χρῄζεις ἱστορεῖν, πάρειμʼ ἐγώ.
ἦ καὶ τὸ πιστὸν τῆς ἀληθείας νέμεις;
ἴστω μέγας Ζεύς, ὧν γʼ ἂν ἐξειδὼς κυρῶ.
τίς ἡ γυνὴ δῆτʼ ἐστὶν ἣν ἥκεις ἄγων;
Εὐβοιίς· ὧν δʼ ἔβλαστεν οὐκ ἔχω λέγειν.
οὗτος, βλέφʼ ὧδε· πρὸς τίνʼ ἐννέπειν δοκεῖς;
σὺ δʼ εἰς τί δή με τοῦτʼ ἐρωτήσας ἔχεις;
τόλμησον εἰπεῖν, εἰ φρονεῖς, ὅ σʼ ἱστορῶ.
πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οἰνέως
κόρην δάμαρτά θʼ Ἡρακλέους, εἰ μὴ κυρῶ
λεύσσων μάταια, δεσπότιν τε τὴν ἐμήν.
τοῦτʼ αὔτʼ ἔχρῃζον, τοῦτό σου μαθεῖν· λέγεις δέσποιναν εἶναι τήνδε σήν;
δίκαια γάρ.
τί δῆτα; ποίαν ἀξιοῖς δοῦναι δίκην,
ἢν εὑρεθῇς ἐς τήνδε μὴ δίκαιος ὤν;
πῶς μὴ δίκαιος; τί ποτε ποικίλας ἔχεις;
οὐδέν· σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς.
ἄπειμι· μῶρος δʼ ἦ πάλαι κλύων σέθεν.
οὔ, πρίν γʼ ἂν εἴπῃς ἱστορούμενος βραχύ.
λέγʼ, εἴ τι χρῄζεις· καὶ γὰρ οὐ σιγηλὸς εἶ.
τὴν αἰχμάλωτον, ἣν ἔπεμψας ἐς δόμους, κάτοισθα δήπου;
φημί· πρὸς τί δʼ ἱστορεῖς;
οὔκουν σὺ ταύτην, ἣν ὑπʼ ἀγνοίας ὁρᾷς,
Ἰόλην ἔφασκες Εὐρύτου σπορὰν ἄγειν;
ποίοις ἐν ἀνθρώποισι; τίς πόθεν μολὼν
σοὶ μαρτυρήσει ταῦτʼ ἐμοῦ κλύειν πάρα;
πολλοῖσιν ἀστῶν· ἐν μέσῃ Τραχινίων
ἀγορᾷ πολύς σου ταῦτά γʼ εἰσήκουσʼ ὄχλος.
κλύειν γʼ ἔφασκον· ταὐτὸ δʼ οὐχὶ γίγνεται
δόκησιν εἰπεῖν κἀξακριβῶσαι λόγον.
ποίαν δόκησιν; οὐκ ἐπώμοτος λέγων
δάμαρτʼ ἔφασκες Ἡρακλεῖ ταύτην ἄγειν;
ἐγὼ δάμαρτα; πρὸς θεῶν, φράσον, φίλη
δέσποινα, τόνδε τίς ποτʼ ἐστὶν ὁ ξένος.
ὃς σοῦ παρὼν ἤκουσεν, ὡς ταύτης πόθῳ
πόλις δαμείη πᾶσα, κοὐχ ἡ Λυδία
πέρσειεν αὐτήν, ἀλλʼ ὁ τῆσδʼ ἔρως φανείς.
ἅνθρωπος, ὦ δέσποινʼ, ἀποστήτω· τὸ γὰρ
νοσοῦντι ληρεῖν ἀνδρὸς οὐχὶ σώφρονος.
μή, πρός σε τοῦ κατʼ ἄκρον Οἰταῖον νάπος
Διὸς καταστράπτοντος, ἐκκλέψῃς λόγον.