Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1014-1.1059
Sophocles, Αἴας μαστιγοφόρος 1.1014-1059
Not analysed yet
ὅτῳ δὲ μὴ τάδ’ ἐστὶν ὲν γνώμῃ φίλα,
κεῖνος τὰ κείνου στεργέτω, κἀγὼ τάδε.
μὴ τεῖνε μακρὰν, ἀλλ’ ὅπως κρύψεις τάφῳ
φράζου τὸν ἄνδρα, χὤ τι μυθήσει τάχα.
βλέπω γὰρ ἐχθρὸν φῶτα, καὶ τάχ’ ἂν κακοῖς
γελῶν ἂ δὴ κακοῦργος ὲξίκοιτ’ ἀνήρ.
Τίς δ’ ἔστιν, ὅντιν’ ἄνδρα προςλεύσσεις στρατοῦ;
Μενέλαος, ᾦ δὴ τόνδε πλοῦν ἐστείλαμεν.
Ορῶ· μαθεῖν γὰρ, ἐγγὺς ὢν, οὐ δυςπετής.
Οὗτος, σὲ φωνῶ· τόνδε τὸν νεκρὸν χεροῖν
μὴ ξυγκομίζειν, ἀλλ’ ἐᾷν, ὅπως ἔχει.
Τινος χάριν τοσόνδ’ ἀνάλωσας λόγον;
Δοκοῦντ’ ἐμοὶ, δοκοῦντα δ’, ὅς κραίνει στρατου.
Οὔκουν ἂν εἴποις, ἥντιν’ αἰτίαν προθείς;
Ὁθούνεκ’ αὐτὸν ἐλπίσαντες οἴκοθεν
ἄξειν Ἀχαιοῖς ξύμμαχόν τε καὶ φίλον,
ἐξεύρομεν ζητοῦντες ἐχθίω Φρυγῶν.
ὅστις στρατῷ ξύμπαντι βουλεύσας φόνον,
νύκτωρ ἐπεστράτευσεν, ὡς ἕλοι δορί.
κεἰ μὴ θεῶν τις τήνδε πεῖραν ἔσβεσεν,
ἡμεῖς μὲν ἂν τήνδ’, ἢν ὁδ’ εἴληχεν, τύχην,
θανόντες ἂν προὐκείμεθ’ αἰσχίστῳ μόρῳ·
οὗτος δ’ ἂν ἔζη· νῦν ὅ’ ἐνήλλαξεν θεὸς,
τὴν τοῦδ’ ὕβριν πρὸς μῆλα καὶ ποίμνας πεσεῖν.
ὧν οὕνεκ’ αὐτὸν οὔ τις ἔστ’ ἀνὴρ σθένων
τοσοῦτον, ὥστε σῶμα τυμβεῦσαι τάφῳ,
ἀλλ’ ἀμφὶ χλωρὰν ψάμαθον ἐκβεβλημένος
ὄρνισι φορβὴ παραλίοις γενήσεται.
πρὸς ταῦτα μηδὲν δεινὸν ὲξάρῃς μένος.
εἰ γὰρ βλέποντος μὴ ’δυνήθημεν κρατεῖν,
πάντως θανόντος γ’ ἄρξομεν, κἂν μὴ θέλῃς,
χερσὶν παρευθύνοντες, οὐ γὰρ ἔσθ’ ὅπου
λόγων ἀκοῦσαι ζῶν ποτ’ ἠθέλησ’ ἐμῶν.
καίτοι κακοῦ πρὸς ἀνδρὸς, ἄνδρα δημότην
μηδὲν δικαιοῦν τῶν ἐφεστώτων κλύειν.
οὐ γάρ ποτ’ οὔτ’ ἂν ὲν πόλει νόμοι καλῶς
φέροιντ’ ἂν ἔνθα μὴ καθεστήκῃ δέος·
οὔτ’ ἂν στρατός γε σωφρόνως ἄρχοιτ’ ἔτι,
μηδέν φόβου πρόβλημα μηδ’ αἰδοῦς ἔχων.
ἀλλ’ ἄνδρα χρὴ, κἂν σῶμα γεννήσῃ μέγα,
δοκεῖν πεσεῖν ἂν, κἂν ἀπὸ σμικροῦ κακοῦ.
δέος γὰρ ᾦ πρόςεστιν αἰσχύνη θ’ ὁμοῦ,
σωτηρίαν ἔχοντα τόνδ’ ἐπίστασο.
ὅπου δ’ ὑβρίζειν, δρᾷν θ’ ἁ βούλεται, πάρα,
ταύτην νόμιζε τὴν πόλιν χρόνῳ ποτὲ
ἐξ οὐρίων δραμοῦσαν εἰς βυθὸν πεσεῖν.