Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.966-1.1013
Sophocles, Αἴας μαστιγοφόρος 1.966-1013
Not analysed yet
Καὶ μὴν ἔτι ζῶν, Τεῦκρε, τοῦδέ σοι μέλειν
ὲφιεθ’ ‘ἀνὴρ κεῖνος, ὥςπερ οὖν μέλει.
ὦ τῶν ἁπάντων δὴ θεαμάτων ἐμοὶ
ἄλγιστον, ὧν προςεῖδον ὀφθαλμοῖς ὲγώ·
ὁδός θ’ ὁδῶν πασῶν ἀνιάσασα δὴ
μάλιστα τοὐμὸν σπλάγχνον, ἢν δὴ νῦν ἔβην,
ὦ φίλτατ’ Αἴας, τὸν σὸν ὡς ἐπῃσθόμην
μόρον, διώκων κᾀξιχνοσκοπούμενος.
ὀξεῖα γάρ σου βάξις, ὡς θεοῦ τινος,
διῆλθ’ Ἀχαιοὺς πάντας, ὡς οἴχει θανὼν,
‘ἀγὼ κλύων δείλαιος, ὲκποδὼν μὲν ὢν,
ὑπεστέναζον, νῦν δ’ ὁρῶν, ἀπόλλυμαι.
οἴ μοι.
ἴθ’, ἐκκάλυψον, ὡς ἴδω τὸ πᾶν κακόν.
ὦ δυςθέατον ὄμμα καὶ τόλμης πικρὰς,
ὅσας ἀνίας μοι κατασπείρας φθίνεις.
ποῖ γὰρ μολεῖν μοι δυνατὸν, ἐς ποίους βροτοὺς,
τοῖς σοῖς ἀρήξαντ’ ὲν πόνοισι μηδαμοῦ;
ἦ πού με Τελαμὼν, σὸς πατὴρ ἐμός θ’ ἄμα,
δἐξαιτ’ ἂν εὐπρόςωπος, ἵλεως τ’ ἴσως,
χωροῦντ’ ἄνευ σοῦ; πῶς γὰρ οὔχ; ὅτῳ πάρα
μηδ’ εὐτυχοῦντι μηδὲν ἥδιον γελᾷν.
οὗτος τί κρύψει; ποῖον οὐκ ὲρεῖ κακόν;
τὸν ἐκ δορὸς γεγῶτα πολεμίου νόθον,
τὸν δειλίᾳ προδόντα καὶ κακανδρίᾳ
σὲ, φίλτατ’ Αἴας, ἢ δόλοισιν, ὡς τὰ σὰ
κράτη θανόντος καὶ δόμους νέμοιμι σοὺς.
τοιαῦτ’ ἀνὴρ δύςοργος, ὲν γήρᾳ βαρὺς,
ἔρει πρὸς οὐδὲν εἰς ἔριν θυμούμενος.
τέλος δ’ ἀπωστὸς γῆς ἀποῤῥιφθήσομαι,
δοῦλος λόγοισιν ἀντ’ ἐλευθέρου φανεὶς.
τοιαῦτα μὲν κατ’ οἶκον· ὲν Τροίᾳ δ’ ἐμοὶ
πολλοὶ μὲν ἐχθροὶ, παῦρα δ’ ὠφελήσιμα.
καὶ ταῦτα πάντα σοῦ θανόντος εὑρόμην.
οἴ μοι, τί δράσω; πῶς σ’ ἀποσπάσω πικροῦ
τοῦδ’ αἰόλου κνώδοντος; ὦ τάλας, ὑφ’ οὖ
φονέως ἄρ’ ἐξέπνευσας· εἶδες, ὡς χρόνῳ
ἔμελλέ σ’ Ἕκτωρ, καὶ θανὼν, ἀποφθίσειν;
σκέψασθε, πρὸς θεῶν, τὴν τύχην δυοῖν βροτοῖν.
Ἕκτωρ μὲν, ᾧ δὴ τοῦδ’ ἐδωρήθη πάρα,
ζωστῆρι πρισθεὶς ἱππικῶν ἐξ ἀντύγων
ὲγνάπτετ’ αἰὲν, ἔς τ’ ἀπέψυξεν βίον.
οὗτος δ’ ἐκείνου τήνδε δωρεὰν ἔχων
πρὸς τοῦδ’ ὄλωλε θανασίμῳ πεσήματι.
ἆρ’ οὐκ Ἐριννὺς τοῦτ’ ἐχάλκευσε ξίφος,
κἀκεῖνον Ἀιδὴς, δημιουργὸς ἄγριος,
ἐγὼ μὲν οὖν καὶ ταῦτα καὶ τὰ πάντ’ ἀεὶ
φάσκοιμ’ ἂν ἀνθρώποισι μηχανὴν θεούς·