Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.1060-1.1101
Sophocles, Αἴας μαστιγοφόρος 1.1060-1101
Not analysed yet
ἀλλ’ ἑστάτω μοι καὶ δέος τι καίριον,
καὶ μὴ δοκῶμεν, δρῶντες ἂν ἡδώμεθα
οὐκ ἀντιτίσειν αὖθις, ‘ἂν λυπώμεθα.
ἕρπει παραλλὰξ ταῦτα· πρόσθεν οὗτος ἦν
αἴθων ὑβριστής· νὺν δ’ ἐγὼ μἐγ αὖ φρονῶ,
καὶ σοὶ προφωνῶ τόνδε μὴ θάπτειν, ὅπως
μὴ τόνδε θάπτων αὐτὸς εἰς ταφὰς πέσῃς.
Μενέλαε, μὴ γνώμας ὑποστήσας σοφὰς,
εἶτ’ αὐτὸς ὲν θανοῦσιν ὑβριστὴς γένῃ.
οὐκ ἄν ποτ’, ἄνδρες, ἄνδρα θαυμάσαιμ’ ἔτι,
ὅς μηδὲν ὢν γοναῖσιν εἶθ’ ἁμαρτάνει,
ὅθ’ οἱ δοκοῦντες εὐγενεῖς πεφυκέναι,
τοιαῦθ’ ἁμαρτάνουσιν ἐν λόγοις ἔπη.
ἄγ’ εἴπ’ ἀπ’ ἀρχῆς αὖθις, ἦ σὺ φῄς ἄγειν
τὸν ἄνδρ’ Ἀχαιοῖς δεῦρο σύμμαχον λαβών;
οὐκ αὐτὸς ἐξέπλευσεν, ὡς αὑτοῦ κρατῶν;
ποῦ σὺ στρατηγεῖς τοῦδε; ποῦ δὲ σοὶ λεῶν
ἔξεστ’ ἀνάσσειν, ὧν ὅδ’ ἡγεῖτ’ οἴκοθεν;
Σπάρτης ἀνάσσων ἦλθες, οὐχ ἡμῶν κρατῶν.
οὐδ’ ἔσθ’ ὅπου σοὶ τόνδε κοσμῆσαι πλέον
ἀρχῆς ἔκειτο θεσμὸς, ἢ καὶ τῷδε σέ.
ὕπαρχος ἄλλων δεῦρ’ ἔπλευσας, οὐχ ὅλων
στρατηγὸς, ὥςτ’ Αἴαντος ἡγεῖσθαί ποτε.
ἀλλ’ ὧνπερ ἄρχεις ἄρχε, καὶ τὰ σἐμν’ ἔπη
κόλαζ’ ἐκείνους· τόνδε δ’ εἴτε μὴ σὺ φῄς,
εἴθ’ ἅτερος στρατηγὸς εἰς ταφὰς ἐγὼ
θήσω δικαίως, οὐ τὸ σὸν δείσας στόμα.
οὐ γάρ τι τῆς σῆς οὕνεκ’ ἐστρατεύσατο
γυναικὸς, ὥςπερ οἱ πόνου πολλοῦ πλέῳ·
ἀλλ’ οὕνεχ’ ὅρκων, οἶσιν ἦν ἐνώμοτος,
σοῦ δ’ οὐδέν· οὐ γὰρ ἠξίου τοὺς μηδένας.
πρὸς ταῦτα πλείοις δεῦρο κήρυκας λαβὼν
καὶ τὸν στρατηγὸν ἧκε· τοῦ δὲ σοῦ ψόφου
οὐκ ἂν στραφείην, ἔς τ’ ἂν ᾖς, οἷός περ εἶ,
Οὐδ’ αὖ τοιαύτην γλῶσσαν ὲν κακοῖς φιλῶ.
τὰ σκληρὰ γάρ τοι, κἂν ὑπέρδικ’ ᾖ, δάκνει.
ὁ τοξότης ἔοικεν οὐ σμικρὸν φρονεῖν.
Οὐ γὰρ βάναυσον τὴν τέγνην ἐκτησάμην.
Μέγ’ ἄν τι κομπάσειας, ἀσπίδ’ εἰ λάβοις.
Κἂν ψιλὸς ἀρκέσαιμι σοί γ’ ὡπλισμένῳ.
Η γλῶσσά σου τὸν θυμὸν ὡς δεινὸν τρέφει.
Ξὺν τῷ δικαίῳ γὰρ μέγ’ ἔξεστιν φρονεῖν.