Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.357-1.422
Sophocles, Αἴας μαστιγοφόρος 1.357-422
Not analysed yet
ὁρᾷς τὸν θρασὺν, τὸν εὐκάρδιον,
τὸν ὲν δαΐοις ἄτρεστον μάχαις,
ὲν ἀφόβοις με θηρσὶ δεινὸν χέρας;
οἴ μοι γέλωτος, οἶον ὑβρίσθην ἄρα.
μὴ δέσποτ’ Αἴας, λίσσομαί σ’, αὔδα τάδε.
Οὐκ ἐκτός; οὐκ ἄψορρον ὲκνεμεῖ πόδα;
αἰαῖ, αἰαῖ.
ὦ πρὸς θεῶν, ὕπεικε καὶ φρόνησον εὖ.
ὦ, δύςμορος, ὅς χερὶ μὲν
μεθῆκα τοὺς ἀλάστορας,
ὲν δ’ ἑλίκεσσι βουσὶ καὶ
κλυτοῖς πεσὼν αἰπολίοις,
ἐρεμνὸν αἷμ’ ἔδευσα.
Τί δῆτ’ ἂν ἀλγοίης ἐπ’ ἐξειργασμένοις·
οὐ γὰρ γένοιτ’ ἂν ταῦθ’ ὅπως οὐχ ὧδ’ ἔχειν.
Ἰὼ πάνθ’ ὁρῶν, ἀπάντων ἀεὶ
κακῶν ὄργανον, τέκνον Λἀρτίου,
κακοπινέστατόν τ’ ἄλημα στρατοῦ,
ἦ που πολὺν γέλωθ’ ὑφ’ ἡδονἠς ἄγεις.
Ξὺν τώ θεῷ πᾶς καὶ γελᾷ κὠδύρεται.
Ἴδοιμι δή νιν, καίπερ ὧδ’ ἀτώμενος.
ἴω μοί μοι.
Μηδὲν μέγ’ εἴπῃς· οὐχ ὁρᾷς, ἵν’ εἶ κακοῦ;
ὦ Ζεῦ, προγόνων προπάτωρ,
πῶς ἂν τὸν αἱμυλώτατον,
ἐχθρὸν ἄλημα, τούς τε δισ-
σάρχας ὀλέσσας βασιλῆς,
τέλος θάνοιμι καὐτός.
ὅταν κατεύχῃ ταῦθ’, ὁμοῦ κἀμοὶ θανεῖν
εὔχου· τί γὰρ δεῖ ζῆν με, σοῦ τεθνηκότος;
Ἰὼ σκότος, ἐμὸν φάος,
ἔρεβος ὦ φαεννότατον ὡς ἐμοί·
ἕλεσθ’, ἕλεσθέ μ’ οἰκήτορα,
ἕλεσθέ μ’, οὔτε γὰρ θεῶν
γένος, οὔθ’ ἁμερίων
ἔτ’ ἄξιος βλέπειν τίν’
εἰς ὄνασιν ἀνθοώπων.
ἀλλά μ’ ἁ Δῖός
ἀλκίμα θεὸς
ὀλέθριον αἰκίζει.
ποὶ τις οὖν φύγῃ;
ποῖ μολὼν μενῶ;
εἰ τὰ μὲν φθίνει, φίλοι,
τοῖςδ’ ὁμοῦ πέλας,
μωραῖς δ’ ἄγραις προςκειμεθα,
πᾶς δὲ στρατὸς δίπαλτος ἄν με
χειρὶ φονεύοι.
ὦ δυστάλαινα, τοιάδ’ ἄνδρα χρήσιμον
φωνεῖν, ὁ πρόσθεν οὗτος οὐκ ἔτλη ποτ’ ἄν.
ἰὼ πόροι ἁλίρροθοι,
πάραλά τ’ ἄντρα καὶ νέμος ἐπάκτιον,
πολύν, πολύν με δαρόν τε δὴ
κατείχετ’ ἀμφὶ Τροίαν
χρόνον· ἀλλ’ οὐκ ἔτι μ’, οὐκ
ἔτ’ ἀμπνοὰς ἔχοντα·
τοῦτό τις φρονῶν ἴστω.
ὦ Σκαμάνδριοι
γείτονες ῥοαὶ
εὔφρονες Ἀργείοις,
οὐκ ἔτ’ ἄνδρα μὴ
τόνδ’ ἴδητ’, ἔπος
ὲξερέω μἐγ’, οἷον οὔ
τινα Τροία στρατοῦ
δέρχθη, χθονὸς μολόντ’ ἀπὸ
Ἑλλανίδος· τανῦν δ’ ἄτιμος
ὧδε πρόκειμαι.