Ancient Greek
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.423-1.467
Sophocles, Αἴας μαστιγοφόρος 1.423-467
Not analysed yet
Οὔτοι σ’ ἀπείργειν, οὔθ’ ὅπως ἐῶ λέγειν
ἔχω κακοῖς τοιοῖςδε συμπεπτωκότα.
Αἰαῖ· τίς ἄν ποτ’ ᾤεθ’ ὧδ’ ἐπώνυμον
τοὐμὸν ξυνοίσειν ὄνομα τοῖς ἐμοῖς κακοῖς;
νῦν γὰρ πάρεστι καὶ δὶς αἰάζειν ἐμοὶ,
καὶ τρίς· τοιούτοις γὰρ κακοῖς ἐντυγχάνω ·
ὅτου πατὴρ μὲν τἧςδ’ ἀπ’ Ἰδαίας χθονὸς,
τὰ πρῶτα καλλιστεῖ’ ἀριστεύσας στρατοῦ,
πρὸς οἶκον ἦλθε πάσαν εὔκλειαν φέρων.
ἐγὼ δ’ ὁ κείνου παῖς, τὸν αὐτὸν εἰς τόπον
Τροίας ἐπελθὼν οὐκ ἐλάσσονι σθένει,
οὐδ’ ἔργα μείω χειρὸς ἀρκέσας ἐμῆς,
ἄτιμος Ἀργείοισιν ὧδ’ ἀπόλλυμαι.
καίτοι τοσοῦτόν γ’ ὲζεπίστασθαι δοκῶ,
εἰ ζῶν Ἀχιλλεὺς τῶν ὅπλων τῶν ὧν πέρι
κρίνειν ἔμελλε κράτος ἀριστείας τινὶ,
οὐκ ἄν τις αὔτ’ ἔμαρψεν ἄλλος ἀντ’ ἐμοῦ.
νῦν δ’ αὔτ’ Ἀτρεῖδαι φωτὶ παντουργῷ φρένας
ἔπραξαν, ἀνδρὸς τοῦδ’ ἀπώσαντες κράτη.
κεἰ μὴ τόδ’ ὄμμα καὶ φρένες διάστροφοι
γνώμης ἀπῇξαν τῆς ἐμῆς, οὐκ ἄν ποτε
δίκην κατ’ ἄλλου φωτὸς ὧδ’ ἐψήφισαν.
νῦν δ’ ἡ Δῖός γοργῶπις ἀδάματος θεὰ
ἤδη μ’ ἐπ’ αὐτοῖς χεῖρ’ ἐπεντύνοντ’ ἐμὴν
ἔσφηλεν, ἐμβαλοῦσα λυσσώδη νόσον,
ὥστ’ ὲν τοιοῖςδε χεῖρας αἱμάξαι βοτοῖς·
κεῖνοι δ’ ἐπεγγελῶσιν ἐκπεφευγότες,
ἐμοῦ μὲν οὐχ ἑκόντος· εἰ δέ τις θεῶν
βλάπτοι, φύγοι γ ἂν χὠ κακὸς τὸν κρείσσονα.
καὶ νῦν τί χρὴ δρᾷν; ὅστις ἐμφανῶς θεοῖς
ἐχθαίρομαι, μισεῖ δέ μ’ Ἑλλήνων στρατός·
ἔχθει δὲ Τροία πᾶσα καὶ πεδία τάδε.
πότερα πρὸς οἴκους, ναυλόχους λιπὼν ἕδρας,
μόνους τ’ Ἀτρείδας, πέλαγος Αἰγαῖον περῶ;
καὶ ποῖον ὄμμα πατρὶ δηλώσω φανεὶς
Τελαμῶνι; πῶς με τλήσεταί ποτ’ εἰςιδεῖν
γυμνὸν φανέντα τῶν ἀριστείων ἄτερ,
ὦν αὐτὸς ἔσχε στέφανον εὐκλείας μέγαν;
οὐκ ἔστι τοὖργον τλητόν· ἀλλὰ δῆτ’ ἰὼν
πρὸς ἔρυμα Τρώων, ξυμπεσὼν μόνος μόνοις
καὶ δρῶν τι χρηστὸν, εἶτα λοίσθιον θάνω;
ἀλλ’ ὧδέ γ’ Ἀτρείδας ἂν εὐφράναιμί που.
οὐκ ἔστι ταῦτα· πεῖρά τις ζητητέα
τοιάδ’, ἀφ’ ἧς γέροντι δηλώσω πατρὶ,
μή τοι φύσιν γ’ ἄσπλαγχνος ἐκ κείνου γεγώς.