Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.468-1.512
Sophocles, Αἴας μαστιγοφόρος 1.468-512
Not analysed yet
αἰσχρὸν γὰρ ἄνδρα τοῦ μακροῦ χρῄζειν βίου,
κακοῖσιν ὅστις μηδὲν ἐξαλλάσσεται.
τί γὰρ παρ’ ἦμαρ ἡμέρα τέρπειν ἔχει
προςθεῖσα κἀναθεῖσα τοῦ γε κατθανεῖν;
οὐκ ἂν πριαίμην οὐδενὸς λόγου βροτὸν,
ὅστις κεναῖσιν ἐλπίσιν θερμαίνεται.
ἀλλ’ ἢ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι
τὸν εὐγενῆ χρή· πάντ’ ἀκήκοας λόγον.
Οὐδεὶς ἐρεῖ ποθ’, ὡς ὑπόβλητον λόγον,
Αἴας, ἔλεξας, ἀλλὰ τῆς σαυτοῦ φρενός.
παῦσαί γε μέντοι καὶ δὸς ἀνδράσιν φίλοις
γνώμης κρατῆσαι, τάςδε φροντἐδας μεθείς.
ὦ δἐσποτ’ Αἴας, τῆς ἀναγκαίας τύχης
οὐκ ἔστιν οὐδὲν μεῖζον ἀθρώποις κακ(ν.
ἐγὼ δ’ ἐλευθέρου μὲν ἐξέφυν πατρὸς,
εἴπερ τινὸς, σθένοντος ὲν πλούτῳ, Φρύγων·
νῦν δ’ εἰμὶ δούλη· θεοῖς γὰρ ὧδ’ ἔδοξέ που,
καὶ σῇ μάλιστα χειρί· τοιγαροῦν, ἐπεὶ
τὸ σὸν λέχος ξυνῆλθον, εὗ φρονῶ τὰ σὰ,
καί σ’ ἀντιάζω πρός τ’ ὲᾳεστἐου Δῖός
εὐνῆς τε τῆς σῆς, ἧς συνηλλάχθης ἐμοὶ,
μή μ’ ἀξιώσῃς βάξιν ἀλγεινὴν λαβεῖν
τῶν σῶν ὑπ’ ἐχθρῶν, χειρίαν ἀφεὶς τινί.
ἢν γὰρ θάνῃς σὺ καἰ τελευτήσας ἀφῇς,
ταύτῃ νόμιζε κἀμὲ τῇ τόθ’ ἡμέρᾳ
βίᾳ ξυναρπασθεῖσαν Ἀργείων ὕπο
ζῆν παιδὶ τῷ σῷ δουλίαν ἕξειν τροφήν.
καί τις πικρὸν πρόςφθεγμα δεσποτῶν ἐρεῖ,
λόγοις ἰάπτων, ἴδετε τὴν ὁμευνέτιν
Αἴαντος, ὃς μέγιστον ἴσχυσε στρατοῦ,
οἷας λατρείας ἀνθ’ ὅσου ζήλου τρἐφει.
τοιαῦτ’ ἐρεῖ τις· κἀμὲ μὲν δαίμων ἐλᾷ
σοὶ δ’ αἰσχρὰ τἄπη ταῦτα καὶ τῷ σῷ γένει.
ἀλλ’ αἴδεσαι μὲν πατέρα τὸν σὸν ὲν λυγρῷ
γήρᾳ προλείπων· αἴδεσαι δὲ μητέρα
πολλῶν ἐτῶν κληροῦχον, ἥ σε πολλάκις
θεοῖς ἀρᾶται ζῶντα πρὸς δόμους μολεῖν.
οἴκτειρε δ’, ὦναξ, παῖδα τὸν σὸν, εἰ νέας
τροφῆς στερηθεὶς σοῦ διοίσεται μόνος
ὑπ’ ὀρφανιστῶν μὴ φίλων, ὅσον κακὸν
κείνῳ τε κάμοι τοῦθ’, ὅταν θάνῃς, νεμεῖς.
ἐμοὶ γάρ οὐκ ἔτ’ ἐστὶν εἰς ὅ τι βλέπω,
πλὴν σοῦ· σὺ γάρ μοι πατρίδ’ ᾔστωσας δορὶ,
καὶ μητέρ’ ἄλλη μοῖρα τὸν φύσαντά τε
καθεῖλεν Ἅιδου θανασίμους οἰκήτορας.