Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.513-1.553
Sophocles, Αἴας μαστιγοφόρος 1.513-553
Not analysed yet
τίς δἧτ’ ἐμοὶ γένοιτ’ ἂν ἀντὶ σοῦ πατρίς;
τίς πλοῦτος; ὲν σοὶ πᾶσ’ ἔγωγε σώζομαι.
ὁ20 ἀλλ’ ἴσχε κἀμοῦ μνῆστιν· ἀνδρί τοι χρεὼν
μνήμην προφάναι, τερπνὸν εἰ τί που πάθοι.
χάρις χάριν γάρ έστιν ἡ τίκτουσ’ ἀεί·
ὅτου δ’ ἀπορρεῖ μνῆστις εὖ πεπονθότος,
οὐκ ἂν γένοιτ’ ἔθ’ οὗτος εὐγενὴς ἀνήρ.
Αἴας, ἔχειν σ’ ἂν οἶκτον, ὡς κἀγὼ, φρενὶ,
θἐλοιμ’ ἄν· αἰνοίης γὰρ ἂν τὰ τῆςδ’ ἔπη.
Καὶ κάρτ’ ἐπαίνου τεύξεται πρὸς γοῦν ἐμοῦ,
ἐὰν μόνον τὸ ταχθὲν εὖ τολμᾷ τελεῖν.
Ἀλλ’, ὦ φίλ’ Αἴας, πάντ’ ἔγωγε πείσομαι.
κόμιζέ νύν μοι παῖδα τὸν ἐμὸν, ὡς ἴδω.
Καὶ μὴν φόβοισί γ’ αὐτὸν ἐξελυσάμην.
ἐν τοῖςδε τοῖς κακοῖσιν, ἢ τί μοι λέγεις;
μὴ σοί γέ που δύστηνος ἀντήσας θάνοι.
Πρέπων γέ τἂν ἦν δαίμονος τοὐμοῦ τόδε.
Ἀλλ’ οὖν ἐγὼ ’φύλαξα, τοῦτό γ’ ἀρκέσαι.
ἐπῄνεσ’ ἔργον καὶ πρόνοιαν ἣν ἔθου.
Τι δἦτ’ ἂν ὡς ἐκ τῶνδ’ ἂν ὠφελοῖμί σε;
Δός μοι προσειπεῖν αὐτὸν ἐμφανῆ τ ἰδεῖν.
Καὶ μὴν πέλας γε προςπόλοις φυλάσσεται.
Τί δῆτα μέλλει μὴ οὐ παρουσίαν ἔχειν;
ὦ παῖ, πατὴρ καλεῖ σε· δεῦρο προσπόλων
ἄγ’ αὐτὸν, ὅςπερ χερσὶν εὐθύνων κυρεῖς.
ἕρποντι φωνεῖς ἢ λελειμμένῳ λόγου;
Καὶ δὴ κομίζει προςπόλων ὅδ’ ὲγγύθεν.
Αἶρ’ αὐτὸν, αἶρε δεῦρο · ταρβήσει γὰρ οὒ,
νεοσφαγῆ που τόνδε προςλεύσσων φόνον,
εἴπερ δικαίως ἔστ’ ἐμός τὰ πατρόθεν.
ἀλλ’ αὐτίκ’ ὠμοῖς αὐτὸν ὲν νόμοις πατρὸς
δεῖ πωλοδαμνεῖν κἀξομοιοῦσθαι φύσιν.
ὦ παῖ, γένοιο πατρὸς εὐτυχέστερος,
τὰ δ’ ἄλλ’ ὅμοιος· καὶ γένοι’ ἂν οὐ κακὸς.
καίτοι σε καὶ νῦν τοῦτό γε ζηλοῦν ἔχω,
ὁθούνεκ’ οὐδὲν τῶνδ’ ὲπαισθάνει κακῶν.
ἐν τῷ φρονεῖν γὰρ μηδὲν, ἥδιστος βίος,
ἕως τὸ χαίρειν καὶ τὸ λυπεῖσθαι μάθῃς.
ὅταν δ’ ἵκῃ πρὸς τοῦτο, δεῖ σ’ ὅπως πατρὸς
δείξεις ἐν ἐχθροῖς, οἷος ἐς οἴου ’τράφης.