Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.807-1.851
Sophocles, Αἴας μαστιγοφόρος 1.807-851
Not analysed yet
ἔπηξα δ’ αὐτὸν εὖ περιστείλας ἐγὼ,
εὐνούστατον τῷδ’ ἀνδρὶ διὰ τάχους θανεῖν.
οὕτω uev εὐσκευοῦμεν· ἐκ δὲ τῶνδέ μοι
σὺ πρῶτος, ὦ Ζεῦ, καὶ γὰρ εἰκὸς, ἄρκεσον.
αἰτήσομαι δέ σ’ οὐ μακρὸν γέρας λαχεῖν.
πέμψον τιν’ ἡμῖν ἄγγελον κακὴν φάτιν
Τεύκρῳ φέροντα, πρῶτος ὥς με βαστάσῃ
πεπτῶτα τῷδε περὶ νεορράντῳ ξίφει,
καὶ μὴ πρὸς ἐχθρῶν του κατοπτευθεὶς πάρος
ῥιφθῶ κυσὶν πρόβλητος οἰωνοῖς θ’ ἕλωρ.
τοσαῦτά σ’, ὦ Ζεῦ, προςτρέπω· καλῶ θ’ ἄμα
πομπαῖον Ἑρμῆν χθόνιον, εὖ με κοιμίσαι
ξὺν ἀσφαδάστῳ καὶ ταχεῖ πηδήματι
πλευρὰν διαρρήξαντα τώδε φασγάνῳ.
καλῶ δ’ ἀρωγοὺς τὰς ἀεί τε παρθένους
ἀεί θ’ ὁρώσας πάντα τἀν βροτοῖς πάθη,
σεμνὰς Ἐριννῦς τανύποδας, μαθεῖν ἐμὲ,
πρὸς τῶν Ἀτρειδῶν ὡς διόλλυμαι τάλας.
καί σφας κακοὺς κάκιστα καὶ πανωλέθρους
ξυναρπάσειαν, ὥσπερ εἰςορῶσ’ ἐμὲ
αὐτοσφαγῆ πίπτοντα, τὼς αὐτοσφαγεῖς
πρὸς τῶν φιλίστων ἐκγόνων ὀλοίατο.
ἴτ’, ὦ τᾳἰχεῖαι ποίνιμοί τ’ Ἐριννύες,
γεύεσθε, μὴ φείδεσθε πανδήμου στρατοῦ.
σὺ δ’, ὦ τὸν αἰπὺν οὐρανὸν διφρηλατῶν,
Ἥλιε, πατρῴαν τὴν ἐμὴν ὅταν χθόνα
ἴδης, ἐπισχὼν χρυσόνωτον ἡνίαν,
ἄγγειλον ἄτας τὰς ἐμὰς μόρον τ’ ἐμὸν
γέροντι πατρὶ, τῇ τε δυστήνῳ τροφῷ.
ἦ που τάλαινα, τήνδ’ ὅταν κλύῃ φάτιν,
ἡσσει μέγαν κωκυτὸν ὲν πάση πόλει.
ἀλλ’ οὐδὲν ἔργον ταῦτα θρηνεῖσθαι μάτην·
ἀλλ’ ἀρκτέον τὸ πρᾶγμα σὺν τάχει τινί.
ὦ Θάνατε, Θάνατε, νῦν μ’ ἐπίσκεψαι μολών.
καίτοι σὲ μὲν κἀκεῖ προςαυδήσω ξυνών.
σὲ δ’, ὦ φαεννῆς ἡμέρας τὸ νῦν σέλας,
καὶ τὸν διφρευτὴν ἥλιον προςεννέπω,
πανύστατον δὴ, κοὔποτ’ αὖθις ὕστερον.
ὦ φέγγος, ὦ γῆς ἱερὸν οἰκείας πέδον
Σαλαμῖνος, co πατρῷον ἑστίας βάθρον,
κλειναί τ’ Ἀθῆναι καὶ τὸ σύντροφον γένος,
κρῆναι τε ποταμοί θ’ οἵδε καὶ τὰ Τρωϊκὰ
πεδία προςαυδῶ, χαίρετ’, ὦ τροφῆς ἐμοί·
τοῦθ’ ὑμὶν Αἴας τοὖπος ὕστατον θροεῖ·
τὰ δ’ ἄλλ’ ὲν Ἅιδου τοῖς κάτω μυθήσομαι.