Ancient Greek · ~8 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.852-1.914
Sophocles, Αἴας μαστιγοφόρος 1.852-914
Not analysed yet
Πόνος πόνῳ πόνον φέρει.
πᾷ,πᾷ,
πᾷ γὰρ οὐκ ἔβαν ἐγώ;
κοὐδεὶς ὲιΛσταταἰ με συμμαθεῖν τόπος.
ἰδοὺ, ἰδοὺ,
δοῦπον αὖ κλύω τινά.
Ἡμῶν γε ναὸς κοινόπλουν ὁμιλίαν.
Τί οὖν δή;
Πὰν ἐστίβηται πλευρὸν ἕσπερον νεῶν.
ἔχεις οὖν;
Πόνου γε πλῆθος κοὐδὲν εἰς ὄψιν πλέον.
Ἀλλ’ οὐδ’ ἐμοὶ δὴ τὴν ἀφ’ ἡλίου βολῶν
κέλευθον ἁνὴρ οὐδαμοῦ δηλοῖ φανείς.
Τίς ἂν δῆτά μοι, τίς ἂν φιλοπόνων
ἁλιαδᾶν ἔχων ἀΰπνους ἄγρας
ἢ τίς Ὀλυμπιάδων θεῶν ἢ ῥυτῶν
Βοςπορίων ποταμῶν
ἴδρις, τὸν ὠμόθυμον εἰ ποθι
πλαζόμενον λεύσσων ἀπύοι; σχέτλια γὰρ
ἐμέ γε τὸν μακρῶν ἀλάταν πόνων
οὐρίῳ μὴ πελάσαι δρόμῳ,
ἀλλ’ ἀμενηνὸν ἄνδρα μὴ λεύσσειν ὅπου.
ἰώ μοί μοι.
Τινος βοὴ πάραυλος ἐξέβη νάπους;
Ἰὼ τλήμων.
Τὴν δουρίληπτον δύςμορον νύμφην ὁρῶ
Τέκμησσαν οἴκτῳ τῷδε συγκεκραμένην.
Οἴχωκ’, ὄλωλα, διαπεπόρθημαι, φίλοι.
Τί δ’ ἔστιν;
Αἴας ὅδ’ ἡμῖν ἀρτίως νεοσφαγὴς
κεῖται, κρυφαίῳ φασγάνῳ περιπτυχής.
ὤ μοι ἐμῶν νόστων,
ὤ μοι, κατέπεφνες, ἄναξ,
τόνδε συνναύταν, ὦ τάλας,
ὦ ταλαίφρων γύναι.
Ὡς ὧδε τοῦδ’ ἔχοντος, αἰάζειν πάρα.
Τίνος ποτ’ ἆρ’ ἔπραξε χειρὶ δύςμορος;
Αὐτὸς πρὸς αὑτοῦ, δῆλον· ὲν γάρ οἱ χθονὶ
πηκτὸν τόδ’ ἔγχος περιπετὲς κατηγορεῖ
Ὤ μοι ἐμᾶς ἄτας, οἶος ἄρ’ αἱμάχθης,
ἄφρακτος φίλων.
ἐγὼ δ’ ὁ πάντα κωφὸς, ὁ πάντ’ ἄϊδρις,
κατημέλησα· πᾷ, πᾴ
κεῖται ὁ ὅυςτράπελος, δυςώνυμος Αἴας;
Οὔ τοι θεατός· ἀλλά νιν περιπτυχεῖ
φάρει καλύψω τῷδε παμπήδην, ἐπεὶ
οὐδεὶς ἂν ὅστις καὶ φίλος τλαίη βλέπειν
φυσῶντ’ ἄνω πρὸς ῥῖνας ἔκ τε φοινίας
πληγῆς μελανθὲν αἷμ’ ἀπ’ οἰκείας σφαγῆς.
οἴ μοι, τί δράσω; τίς σε βαστάσει φίλων;
ποῦ Τεῦκρος; ὡς ἀκμαῖος, εἰ βαίη, μόλοι,
πεπτῶτ’ ἀδελφὸν τόνδε συγκαθαρμόσαι.
ὦ ὅύςμορ’ Αἴας, οἶος ὢν οἴως ἔχεις,
ὡς καὶ παρ’ ἐχθροῖς ἄξιος θρήνων τυχεῖν.
ἔμελλες, τάλας, ἔμελλες χρόνῳ
στερεόφρων ἄρ’ ἐξανύσειν κακὰν
μοῖραν ἀπειρεσίων πόνων· τοῖά μοι
πάννυχα καὶ φαέθοντ’
ἀνεστέναζες, ὠμόφρων,
ἐχθοδόπ’ Ἀτρείδαις οὐλίῳ σὺν πάθει,
μέγας ἄρ’ ἦν ἐκεῖνος ἄρχων χρόνος
πημάτων, ἦμος ἀριστόχειρ
(Ἀχιλλέως) ὅπλων ἔκειτ’ ἀγὼν πέρι.