Ancient Greek · ~7 min
Edition urn:cts:greekLit:tlg0011.tlg003.1st1K-grc1, lines 1.915-1.965
Sophocles, Αἴας μαστιγοφόρος 1.915-965
Not analysed yet
Ἰώ μοί μοι.
Χωρεῖ πρὸς ἦπαρ, οἶδα, γενναία δύη.
ἰώ μοι μοι.
οὐδέν σ’ ἀπιστῶ καὶ δὶς οἰμῶξαι, γύναι,
τοιοῦδ’ ἀποβλαφθεῖσαν ἀρτίως φίλου.
Σοὶ μὲν δοκεῖν ταῦτ’ ἔστ’, ἐμοὶ δ’ ἄγαν φρονεῖν.
Ξυναυδῶ.
οἴ μοι, τέκνον, πρὸς οἷα δουλείας ζυγὰ
χωροῦμεν, οἷοι νῷν ἐφεστᾶσι σκοποί.
Ὤ μοι ἀναλγήτων
δισσῶν ἐθρόησας ἄναυδον
ἔργον Ἀτρειδᾶν τῷὸ ’ἄχει,
ἀλλ’ ἀπείργοι θεός.
Οὐκ ἂν τάδ’ ἔστη τῇδε μὴ θεῶν μέτα,
Ἄγαν γ’ ὑπερβριθὲς ἄχθος ἤνυσαν.
Τοιόνδε μέντοι Ζῆνός ἡ δεινὴ θεὸς
Πάλλας φυτεύει πῆμ’ Ὀδυσσέως χάριν.
ἦ ῥα κελαινώπαν θυμὸν ἐφυβρίζει
πολύτλας ἀνὴρ,
γελᾷ δὲ τοῖςδε μαινομένοις ἄχεσιν
πολὺν γέλωτα, φεῦ, φεῦ,
ξύν τε διπλοί βασιλῆς κλύοντες Ἀτρεϊδαί.
Οἶδ’ οὖν γελώντων κἀπιχαιρόντων κακοῖς
τοῖς τοῦδ’· ἴσως τοι, κεἰ βλέποντα μὴ ’πόθουν,
θανόντ’ ἂν οἰμώξειαν ὲν χρείᾳ δορός.
οἱ γὰρ κακοὶ γνώμαισι τἀγαθὸν χεροῖν
ἔχοντες οὐκ ἴσασι, πρίν τις ἐκβάλῃ.
ἐμοὶ πικρὸς τέθνηκεν ἢ κείνοις γλυκὺς,
αὑτῷ δὲ τερπνός· ὧν γὰρ ἠράσθη τυχεῖν,
ὲκτήσαθ’ αὑτῷ, θάνατον, ὅνπερ ἤθελεν.
πῶς δῆτα τοῦδ’ ἐπεγγελῷεν ἂν κάτα;
θεοῖς τέθνηκεν οὕτος, οὐ κείνοισιν, οὔ.
πρὸς ταῦτ’ Ὀδυσσεὺς ἐν κενοῖς ὑβριζέτω.
Αἴας γὰρ αὐτοῖς οὐκέτ’ ἐστίν· ἀλλ’ ἐμοὶ
λιπὼν ἀνίας καὶ γόους ὅιοίχεται.
Ἰώ μοί μοι.
Σίγησον· αὐδὴν γὰρ δοκῶ Τεύκρου κλύειν
βοῶντος ἄτης τῆςδ’ ἐπίσκοπον μέλος.
Ὢ φίλτατ’ Αἴας, ὦ ξύναιμον ὄμμ’ ἐμοὶ,
ἆρ’ ἠμπόληκας, ὥςπερ ἡ φάτις κρατεῖ;
ὄλωλεν ἁνὴρ, Τεῦκρε, τοῦτ’ ὲπἐστασο.
ὤ μοι βαρείας ἆρα τῆς ἐμῆς τύχης.
Ὡς ὧδ’ ἐχόντων —
ὦ τάλας ἐγὼ, τάλας.
Πάρα στενάζειν.
ὦ περισπερχὲς πάθος .
Ἄγαν γε, Τεῦκρε.
φεῦ τάλας. τί γὰρ τέκνον
τὸ τοῦδε, ποῦ μοι γῆς κυρεῖ τῆς Τρῳάδος;
Μόνος παρὰ σκηναῖσιν.
οὐχ ὅσον τάχος
δῆτ’ αὐτὸν ἄξεις δεῦρο, μήτις ὡς κενῆς
σκύμνον λεαίνης δυςμενῶν ἀναρπάσῃ;
ἴθ’, ἐγκόνει, ξύγκαμνε· τοῖς θανοῦσί τοι
φιλοῦσι πάντες κειμένοις ὲπεγγελἧν.