Ancient Greek
Section 10
Soranus, De Fasciis 10
Not analysed yet
10. Θέντεϲ τὴν ἀρχὴν παρ᾿ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν μὲν κατὰ βρέγματοϲ καὶ ὀφθαλμοῦ ὑπὸ λοβὸν ὠτὸϲ ἄχρι ἰνίου, πάλιν τε λοξὴν κατὰ βρέγματοϲ καὶ τοῦ ἑτέρου ὀφθαλμοῦ ὑπὸ λοβὸν ὠτὸϲ μέχρι ἰνίου, ἐγκύκλιον δὲ κατὰ μετώπου. δυνατὸν δέ ἐϲτιν καὶ κάτω- θεν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖν, ἐὰν ἐπιτρέπῃ ἡ διάθεϲιϲ. διμερἡϲ ὀμμάτωϲιϲ. (Tab. Ill 10)