Ancient Greek
Section 11
Soranus, De Fasciis 11
Not analysed yet
11. Θέντεϲ τὴν ἀρχὴν κατὰ τοῦ ὑψώματοϲ τῆϲ ῥινόϲ, ὥϲτε ἀπο- κρέμαϲθαι, ἄγομεν τὴν ἐπείληϲιν εὐθεῖαν κατὰ βρέγματοϲ ἐπὶ ἰνίον, ἐγκύκλιον δὲ ἐπὶ λοβοὺϲ ὤτων κατὰ ϲφαιρίον ἄχρι ἰνίου· εἶτα ἀνα- διπλώϲαντεϲ τὴν ἀποκρεμαμένην κατὰ βρέγματοϲ εὐθεῖαν ἄχρι ἰνίου καταλαμβανόμεθα, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν τὸ ὕψωμα τῆϲ ῥινὸϲ ἐπιδέϲεωϲ χρῆζει. ῥίν. (Tab. III 11)