Ancient Greek
Section 15
Soranus, De Fasciis 15
Not analysed yet
15. Θέντεϲ τὴν ἀρχὴν παρ’ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ παρειᾶϲ, ϲιμὴν δὲ κατ’ ἀνθερεῶνοϲ ἄχρι ἰνίου· εἶτα λοξὴν μὲν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ τῆϲ. ἑτέραϲ παρειᾶϲ, ϲιμὴν δὲ κατ’ ἀνθερεῶνοϲ ἄχρι τοῦ ἰνίου, ἐγκύκλιον δὲ κατὰ γενείου καὶ μετώπου. δυνατὸν δέ ἐϲτιν καὶ κάτωθεν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν καὶ τήνδε ἐπιδεῖν, ἵνα ἁρμόϲη ἐφ’ ὧν ἐξιϲῶϲαι Θέλομεν τὴν γένυν ἢ ἀμφοτέραϲ τὰϲ παρειὰϲ ἐπιδῆϲαι θέλομεν. διμερὴϲ φορβεά. (Tαb IV 15)