Ancient Greek
Section 14
Soranus, De Fasciis 14
Not analysed yet
14. Θέντεϲ τὴν ἀρχὴν ἐπὶ ἰνίον ἄγομεν τὴν ἐπείληϲιν λοξὴν μὲν κατὰ βρέγματοϲ, εὐθεῖαν δὲ κατὰ παρειᾶϲ, ϲιμὴν δὲ κατὰ γενείου ἄχρι ἰνίου, ἐγκύκλιον δὲ κατὰ μετώπου. ὁμοίωϲ δὲ καὶ ταύτην κάτω- θεν ἔϲτιν ἄνω νεμόμενον καὶ ἀπὸ δύο ἀρχῶν ἐπιδεῖν, ἵνα ἁρμόϲῃ ἐφ᾿ ὧν παρ᾿ ἓν μέροϲ γένυν ἢ παρειὰν ἀπὸ μέρουϲ ἐπιδῆϲαι θέλομεν. μονομερὴϲ φορβεά. (Tab. lV 14)