Ancient Greek
Section 36
Soranus, De Fasciis 36
Not analysed yet
36. Δύο ταινιδίων κατ’ ἀμφότερα τὰ μέρη ἐπεϲχιϲμένων ἄχρι μεϲότητοϲ τάξαντεϲ τὰ μὲν ϲυνεχῆ μέρη κατὰ κλειδῶν, τῶν δὲ ϲχιϲμά- των ἃ μὲν εὐθέα, ἃ δὲ παρὰ πλευρά, τὰ δὲ ἀντίθετα λοξὰ κατὰ ϲτέρνου τε καὶ νώτου, τὰϲ μὲν ἀρχὰϲ ὑπὲρ τὰϲ λαγόναϲ ἐγκυκλίῳ περιειλήϲει καταλαμβάνομεν, τὰ δὲ πέρατα ἀναδιπλώϲαντεϲ πρὸϲ τὰϲ ὑπερκειμέναϲ καταλαμβανόμεθα. θὠραξ μετὰ περιϲκελῶν. (Tab. lX 36)