Ancient Greek
Section 37
Soranus, De Fasciis 37
Not analysed yet
37, Κατὰ μέϲον ἐϲχιϲμένον τὸ ταινίδιον, ὥϲτε διελθεῖν τὴν κε- φαλήν, περιθέντεϲ τῷ τραχήλῳ οὕτω περιειλήϲομεν· εὐθεῖαν μὲν κατὰ ϲτέρνου, λοξὴν δὲ κατὰ ῥάχεωϲ δόντεϲ 〈ἐπείληϲιν〉 ἐπιπλέκομεν τὸν θώρακα καὶ πρόϲθεν πάλιν τὰϲ ἐκκρεμεῖϲ ἀρχὰϲ ἀναδιπλώϲαντεϲ πρὸϲ τὰϲ ὑπερκειμέναϲ καταλαμβάνομεν. κεραύνιοϲ. (Τab. lX 37)