Ancient Greek
Section 39
Soranus, De Fasciis 39
Not analysed yet
39. Ἐξ ἀμφοτέρων τῶν μερῶν εἰλημμένου τοῦ ἐπιδέϲμου τάξαν- τεϲ τὴν μεϲότητα κατὰ αὐχένοϲ ἄγομεν τὰϲ ἐπειλήϲειϲ ἔμπροϲθεν κατά κλειδῶν ἐπὶ ϲτέρνον αὑταῖϲ τε ἀντεμπλέξαντεϲ ἐγκυκλίουϲ ὑπὸ μαϲχά- λαϲ ἐπὶ νῶτον, δμοίωϲ τὰϲ κατὰ ῥάχεωϲ ἀντεμπλέξαντεϲ 〈ταῖϲ〉 ἔμπροϲθεν, τὸ αὐτὸ ποιοῦντεϲ, ἄχρι ὅλοϲ ἐπιδεθῇ ὁ θώραξ. διμερὴϲ ἁρματηλατικόϲ. (Tab X 39)