Ancient Greek
Section 40
Soranus, De Fasciis 40
Not analysed yet
40. Δὐο ταινιδίων ἐξ ἀμφοτέρων 〈τῶν〉 μερῶν εἰλημμένων τὰϲ μεϲότηταϲ ἀλλήλαιϲ ἐπεμβεβλημέναϲ τάξαντεϲ κατὰ αὐχένοϲ τῶν ἐπει- λήϲεων δύο ἔμπροϲθεν ἀγαγόντεϲ καὶ ἀντεμπλέξαντεϲ ἀλλήλαιϲ κατὰ ϲτέρνου ἄγομεν ὑπὸ μαϲχάλαϲ καὶ ταῖϲ ὀπιϲθίαιϲ ἀντεμπλέκομεν, τὰϲ μὲν κατὰ ῥάχεωϲ ἀντιβάλλοντεϲ, τὰϲ δὲ κατὰ ϲτέρνου πάλιν κατὰ πλευρὰν ἀντεμπλέκοντεϲ, ἄχρι ὅλοϲ ἐπιδεθῇ ὁ θώραξ. τετραμερὴϲ ἁρματηλατικόϲ. (Tab. Χ 40)