Ancient Greek
Section 42
Soranus, De Fasciis 42
Not analysed yet
42. Ταινίᾳ τετραϲκελεῖ περὶ τὴν ῥαφὴν τῆϲ μεϲότητοϲ ἑτέραν ταινίαν ἐπικάρϲιον προϲράπτομεν· εἰτα τὰϲ ἀρχὰϲ μετὰ τὸ ἐπιδεθῆναι, ὡϲ εἴρηται, ἐπὶ ῥάχιν καταλαμβάνομεν, 〈ὡϲ〉 μήτε ἀπορρεῖν μήτε ϲτολιδωθῆναι, ἵνα ἡ ἐπίδεϲιϲ ὰρμόϲῃ ἐφ’ ὡν καὶ ἡ προγεγραμμένη. ἀναλημπτρὶϲ ἑξαϲκελῆc. (Tab X 42, XVI 42a)