Ancient Greek
Section 41
Soranus, De Fasciis 41
Not analysed yet
41. Μεϲότητι ταινίαϲ καθ’ ἕν μέροϲ ἐπὶ ὅληϲ ϲυνερραμμένηϲ, κατὰ δὲ τὸ ϲτέρνον ἄλληϲ ἐπικαρϲίαϲ προϲερραμμένηϲ, ἐνδεθέντοϲ τοῦ μαϲτοῦ 〈τὰϲ ἐπειλήϲειϲ〉 τὰϲ μὲν εὐθείαϲ ἀνάγοντεϲ ἐπ’ αὐχένα ἀναλαμβάνομεν, τὰϲ δὲ ἐπικαρϲίαϲ ἐπὶ ῥάχιν, ἀμφοτέρων τὰ πέρατα πρὸϲ ἄλληλα, ἵνα ἁρμόϲῃ ἐφ’ ὧν μαϲτὸν ἐπιδῆϲαι θἐλομεν. ἀναλημπτρὶϲ τεττραϲκελήϲ. (Tab. X 41, XVII 41a)