Ancient Greek
Section 45
Soranus, De Fasciis 45
Not analysed yet
45. Ταινίαν ἑτέραν ἑτέραϲ μεϲότητι προϲράψαντεϲ, 〈ὥὁϲτε〉 ἐμ- φερὲϲ γενέϲθαι ϲχῆμα τῷ ταῦ ϲτοιχείῳ, τῷ μὲν ἐπικαρϲίῳ περιζώννυ- μεν τὸν πάϲχοντα, τοῦ δὲ εὐθέοϲ κατὰ περιναίου καὶ ὀϲχέου ταγέντοϲ ἐπ’ ὀλίγον διεϲχιϲμένου, ὥϲτε διελθεῖν τὸ αἰδοῖον, τὴν ἀρχὴν πρὸϲ τὸ ζῶϲμα καταλαμβάνομεν, ἵνα ἁρμόϲῃ [ἐφ’ ὧν] ἐπὶ τῶν περὶ ὄϲχεον διαθέεων. κτεὶϲ τριϲκελήϲ (Tab. Xl 45)